ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΘΕΟΤΟΚΟΥ
ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟ ΤΗΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.
Εὐλόγησον Πάτερ.
Τῆς παρούσης τιμίας Βασιλικῆς συνάξεως τὴν φαεινήν τε καὶ ὑπέρξενον ἀνάμνησιν λαοὶ φυλαὶ καὶ γλῶσσαι καὶ ἅπαν ἀξίωμα καὶ λαὸς ὁ περιούσιος, ἀγαλλόμενος τῇ ψυχῇ, πνευματικῶς πανηγυρίσωμεν, καὶ ὕμνους θεοτερπεῖς τῇ ἐκ Δαβὶδ Βασιλίδι μετὰ σπουδῆς ἐξυφάνωμεν, καὶ συστησώμεθα νέαν ἐορτὴν ἑαρινὴν καὶ πανήγυριν πασῶν πανηγύρεων τῆς ἐλπίδος ἡμῶν.
Σήμερον γάρ, ὡς ἀληθῶς αἰ νοεραὶ Δυνάμεις τῶν οὐρανῶν οὐρανόθεν παρέκυψαν, καὶ μεθ’ ἡμῶν τῶν γηΐνων ἀοράτως πανηγυρίζουσιν.
Σήμερον, πεπλήρωται ἡ τοῦ Δαβὶδ προφητεία ἡ λέγουσα: Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ἰδοὺ γὰρ τὰ ἀμφότερα χαρᾶς ἐπλήρωσεν ἡ Κεχαριτωμένη.
Σήμερον, ἐκ χειμῶνος κρυεροῦ θερμὸν καὶ πολύανθον ἔαρ ἐπελαμψε, καὶ χρυσοφεγγὴς ἥλιος τερπνότερός τε καὶ χαριέστερος ἡμῶν ἀνατέταλκε.
Σήμερον, ἡ θεοφύτευτος Ἐδὲμ ἐξανοίγεται, καὶ ὁ θεόπλαστος Ἀδὰμ φιλανθρωπίας ἀγαθότητι ἐν αὐτῇ πάλιν πολιτογραφούμενος εἰσοικίζεται.
Σήμερον, λύεται της λύπης ἡ προγονικὴ ἀπόφασις, καὶ πέπαυται λοιπὸν ὁ τῆς Εὔας ἐπίφθονος ἐξουθενισμὸς καὶ ἐπίμοχθον ἐπιτίμιον.
Σήμερον, αἱ ἄνω τάξεις τοῖς ἐπὶ γῆς συγχορεύουσι διὰ τὴν παροῦσαν ταύτην Ἁγίαν σύναξιν, καὶ ὁ κόσμος φωτὶ καταλάμπεται.
Σήμερον, ἡ ἄσπιλος Ἐκκλησία τοῦ Θεοῦ μορφοπρεπῶς μεγαλύνεται, καὶ ὡς ἐν κροσσωτοῖς χρυσοῖς τὸ κάλλει τῆς παρούσης πολυποθήτου ἡμέρας καταγλαΐζεται.
Σήμερον, ἡ πολύβλεπτος καὶ ἁγιώνυμος πόλις Ἱερουσαλὴμ ἡ κάτω μετὰ τῆς ἄνω εὐφραίνεται, καὶ ἡ νέα Σιὼν προφητικῶς κατατέρπεται.
Σήμερον, ἡ τοῦ Δαβὶδ καὶ τῆς καλλίπαιδος πόλις Βηθλεὲμ ὡς οὐρανὸς ἀναδείκνυται, καὶ τῇ περικαλλεῖ στολῇ νυμφοστολίζεται.
Σήμερον, ἡ ἐπίσημος πόλις Βαζαρὲτ καὶ ἡ τιμία Γεθσημανῆ καὶ πᾶσα πόλις καὶ χώρα τὴν ὁλόφωτον ταύτην ἄγουσι κόσμῳ ἑορτήν.
Σήμερον, βασιλεῖς τῆς γῆς καὶ πάντες λαοὶ τῆς ἀμιάντου Βασιλίδος ἡμῶν καὶ Θεομήτορος τὴν μακαρίαν ἀνάμνησιν βασιλικῶς πανηγυρίζουσι.
Σήμερον, θυγατέρες βασιλέων καὶ βασιλίδων στίφη πρὸς τὴν μνήμην τῆς βασιλικῆς παστάδος ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν συνελαύνονται.
Σήμερον, νεάνιδες καὶ νύμφαι, μητέρες καὶ παρθένοι, καὶ εὐγενίδων ἅπαν ἀξίωμα, τὴν Μητέρα καὶ Παρθένον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν μακαρίζουσι.
Σήμερον, ἡ Ἁγία τῶν Ἁγίων ἀπὸ πάντων ἐγκωμιάζεται, καὶ γέγηθε λοιπόν· ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ποιήματα πάντα συνεορτάζομεν.
Σήμερον, ἡ ἁγιόγραφος βίβλος τῶν ἀπ’ αἰῶνος Προφητῶν εἰς μέσον ἄγεται, καὶ ἕκαστος αὐτῶν προκαταγγέλλει τὴν χάριν τῆς παρούσης Ἑορτῆς.
Σήμερον, ὁ Πατριάρχης Ἰακὼβ προφητικῶς περὶ τῆς μυστικῆς ἐκείνης κλίμακος, τῆς ἀπὸ γῆς ἐστηριγμένης εἰς οὐρανούς, τὴν διήγησιν ποιούμενος ἀγάλλεται.
Σήμερον, ὁ παλαιὸς προφήτης ἐκεῖνος καὶ τοῦ Ἰσραὴλ δημαγωγὸς περὶ τῆς βάτου ἐκείνης τῆς καιομένης καὶ μὴ φλεγομένης περὶ ἠμῶν διαλέγεται.
Σήμερον, Ζαχαρίας ὁ ἐν προφήταις ἐπίσημος διὰ τῆς ἰδίας προφητείας οὕτως βοᾷ: Εἶδον, φησί, καὶ ἰδοὺ λυχνία χρυσῆ, καὶ τὸ λαμπόμενον, ἐπάνω αὐτῆς.
Σήμερον, Ἡσαΐας ὁ μεγαλοκήρυξ ἐν προφήταις προφητεύει κεκραγώς: Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.
Σήμερον, Ἱεζεκιὴλ ὁ θαυμάσιος βοᾷ: Ἰδοὺ πύλη κεκλεισμένη καὶ οὐδεὶς εἰσελεύσεται δι’ αὐτῆς, οὔτε ἐξελεύσεται, εἰμὴ Κύριος ὁ Θεὸς μόνος, καὶ ἔσται κεκλεισμένη.
Σήμερον, Δανιὴλ ὁ θεσπέσιος τὸ μέλλον ὡς παρὸν προκαταγγέλλων βοᾷ: Ἀπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρός, τουτέστιν ἄνευ ἀνδρός.
Σήμερον, ὁ Δαβὶδ ὁ νυμφοστόλος μελῳδῶν περὶ τῆς παρθενικῆς ὡς ἀληθῶς καλλιπόλεως οὕτως βοᾷ: Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Βασιλέως τοῦ Μεγάλου.
Σήμερον, Γαβριὴλ ὁ Ταξίαρχος τοῦ οὐρανοῦ τὰς ἁψίδιας ὑποδραμὼν τὴν πανύμνητον Παρθένον καὶ Θεοτόκον ἀσπάζεται κεκραγώς: Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Σήμερον, ἅμα πάντες ἄνθρωποις καὶ ἡμεῖς τὴν ἀγγελικὴν φωνὴν ἀναλάβωμεν, καὶ σὺν ἐκείνῳ τὰ ἐκείνου ἐγκώμια τὴν πρόξενον τῆς αρᾶς προσκομίσωμεν λέγοντες:
Χαῖρε σφόδρα, Θυγάτερ Ἰωακεὶμ καὶ Ἄννης, τῶν σὲ ἀμέμπτως ἐκ προσευχῆς τεκόντων ἐν τῷ προσήκοντι καιρῷ τῇ τούτων συνοικήσει.
Χαῖρε σφόδρα, Θεοτόκε Παρθένε, ἀγγελικὸν ὡς ἀληθῶς ἐγκώμιον: Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Χαῖρε Κεχαριτωμένη, ἐκ φυλῆς Δαβιτικῆς βασιλικῆς, Λευϊτικῆς, καὶ ἐξ Ἄννης τῆς θεόφρονος παρ’ ἐλπίδα βλαστήσασα.
Χαῖρε Κεχαριτωμένη, ἡ ἀπὸ βρέφους εἰς αὐτὰ τῶν Ἁγίων Ἅγια ἀνατραφεῖσα.
Χαῖρε Κεχαριτωμένη, ἡ δι’ ἀγγέλου χαρᾶς εὐαγγέλια δεξαμένη, καὶ χαρὰν ἀνεκλάλητον καὶ ἀνεκδιήγητον παντὶ τῷ κόσμῳ προξενήσασα.
Χαῖρε Κεχαριτωμένη, ἡ πορφυροειδὴς βασιλικὴ ἁλουργίς, τὸν πάσης κτίσεως Βασιλέα καθ’ ἡμᾶς σωματωθέντα καταστολίσασα.
Χαῖρε Κεχαριτωμένη, ἡ τὸ ἀπαύγασμα τῆς Πατρικῆς ἀγαθότητος καὶ τὸ Φῶς ἐκεῖνο τὸ μηδαμοῦ χωρούμενον ἀστενοχωρήτως ἐν τῇ κοιλίᾳ χωρήσασα.
Χαῖρε Κεχαριτωμένη, ἡ ἀρωματοφόρος γῆ καὶ ζωηφόρος θήκη καὶ νέα μυροθήκη τοῦ Πνεύματος, ἡ τὸν σύμπαντα κόσμον μυρεψικῶς εὐωδίας ἐμπλήσασα.
Χαῖρε Κεχαριτωμένη, ὁ Θρόνος ὁ ὑψηλὸς καὶ ἐπηρμένος τοῦ τῶν ὅλων Ποιητοῦ καὶ Λυτρωτοῦ καὶ πάντα χειρὶ κατέχοντος τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Χαῖρε Κεχαριτωμένη, ὁ ναὸς ὁ ἔμψυχος τῆς μεγαλοπρεποῦς δόξης τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σάρκα φορέσαντος.
Χαῖρε Κεχαριτωμένη, ζωὴν φέρουσα καὶ φῶς ὡς βρέφος πρόσφατον, γάλα ποτίζουσα τὸν ἐκ πέτρας μέλι πάλαι πηγάζοντα.
Χαῖρε Κεχαριτωμένη, ψυχῆς ἀγαλλίαμα καὶ ὅλου τοῦ κόσμου παγκόσμιον σέβασμα καὶ ἁμαρτωλῶν ἁπάντων ἀγαθὴ μεσιτεία.
Χαῖρε Κεχαριτωμένη, θύρα θλιβομένων καὶ ἐλπὶς ἀπηλπισμένων καὶ προστασία φοβερὰ τῶν εἰλικρινεῖ καρδίᾳ Θεοτόκον ὁμολογούντων σε.
Χαῖρε Κεχαριτωμένη, ἡ Φιλάνθρωπον Δεσπότην ὑπὲρ κοινῆς τοῦ γένους τῶν ἀνθρώπων σωτηρίας κυοφορήσασα, καὶ τοῦτον μητρικῶς ὑπὲρ πάντων καθικετεύουσα.
Χαῖρε Κεχαριτωμένη, Χριστιανῶν ἁπάντων θαυμαστὸν καὶ εὐσυμπάθητον προσφύγιον, καὶ πάσης μεγαλουργοῦ καλλονῆς ὑψηλότατον θέαμα.
***
Ἀλλὰ ταῦτα μὲν καὶ ἡμεῖς οἱ ἐλάχιστοι παρὰ τῆς θεοπνεύστου Γραφῆς μεμαθηκότες πρὸς τὴν ἐπουράνιον Νύμφην καὶ Βασιλίδα καὶ Θεοτόκον ἀναξίοις χείλεσιν διελέχθημεν. Ἔλθωμεν δὲ λοιπόν, ει ποθεῖτε καὶ βούλεσθε, ἐπὶ τὸν ἔνθεον τοῦ Γαβριὴλ Εὐαγγελισμόν, καὶ ἀκούσωμεν τί πρὸς τὴν ἄμεμπτον ἐπιστὰς εὐηγγελίζετο.
Ὁ Ἄγγελος: Ἄκουε δεδοξασμένη λόγους ἀποκρύφους Ὑψίστου, ἄκουε. Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις Υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Ὁπλίζου λοιπὸν εἰς Χριστοῦ παρουσίαν· ἦλθον γὰρ εὐαγγελίσασθαί σοι τὰ σοὶ ἀποκείμενα ἀπὸ καταβολῆς κόσμου
Ἡ Παρθένος: Ἄπιθι πόλεως ἐμῆς καὶ πατριᾶς ἄνθρωπε, ἄπιθι, καὶ σπουδῇ τὸ ἐμὸν κατάλιπε δωμάτιον. Μακρὰν ἀπόφυγε προθύρων ἐμῶν ὁ λαλῶν μοι, καὶ μὴ τοιοῦτον εὐαγγελισμὸν τῇ ἐμῇ ταπεινώσει προσκόμιζε.
Ὁ Ἄγγελος: Βουλὴν ἀρχαίαν πληρῶσαι βουλόμενος καὶ θελήσας θελῆσαι τὸν πλανηθέντα ἄνθρωπον, ἄνθρωπος ὁ μόνος Φιλάνθρωπος φιλανθρωπίας ἀγαθότητι γενέσθαι ηὐδόκησεν· καὶ τί λοιπὸν τὸν ἐμὸν οὐ προσδέχῃ ἀσπασμὸν μετὰ πάσης χαρᾶς ἡ Κεχαριτωμένη;
Ἡ Παρθένος: Βλέπω σου, νεανίσκε, τῆς εὐμορφίας τὸ ἀζωγράφιστον κάλλος καὶ τοῦ χαρακτῆρος τὴν αὐγερὰν θεωρίαν, καὶ λόγους ἀκούω σου, οὓς οὐδέποτε ἤκουσα, καὶ ὑπονοῶ ὅτι τάχα πλανῆσαί με παραγέγονας.
Ὁ Ἄγγελος: Γνῶθι σαφῶς καὶ πιστώθητι ὅτι μᾶλλον ἐγὼ ἐν ἐκπλήξει γέγονα θεασάμενος τὸ τοιοῦτόν σου θεοζωγράφητον κάλλος, καὶ βλέπων σε λοιπὸν νομίζω δόξαν Κυρίου καταμανθάνειν σε.
Ἡ Παρθένος: Γλῶσσαν, ἣν οὐκ ἔγνων, ἤκουσα, καὶ ὄψιν, ἣν οὐδέποτε εἶδον τεθέαμαι· καὶ πῶς οὐ μὴ πτήξω, καὶ ὅλη διόλου σύντρομος γενήσομαι, ὅτι μνηστῆρα δίκαιον κέκτημαι, καὶ οὐκ ἤθισα μετὰ ξένων τὸ καθόλου συλλαλεῖν;
Ὁ Ἄγγελος: Δέξαι δὴ ἀγγελίας χαρὰν ἀξιάκουστον καὶ ἐγκώμιον τὸ σοὶ πρεπωδέστατον· ὁ γὰρ ἐκ σοῦ τικτόμενος Υἱὸς Ὑψίστου κληθήσεται, καὶ ὑπὸ σοῦ τῆς ἡγιασμένης ὑπερβολ ῇ χρηστότητος βασταχθήσεται.
Ἡ Παρθένος: Δέδοικα καὶ τρέμω σου τοὺς τοιούτους λόγους, καὶ ὑπολαμβάνω ὅτι ὡς ἄλλην Εὔαν πλανῆσαί με βούλει· ἐγὼ δὲ οὐκ εἰμὶ κατ’ ἐκείνην, ἵνα ὡς ἐκείνην με δελεάσῃς· πῶς δὲ καὶ ἀσπάζεσαι κόρην ἣν οὐδέποτε τεθέασαι;
Ὁ Ἄγγελος: Εὐαγγελίζομαί σοι χαρᾶς εὐαγγέλια, εὐαγγελίζομαί σοι Τόκον ἀνόητον, εὐαγγελίζομαί σοι παρουσίαν ὑψηλοῦ Βασιλέως ἀνεκδιήγητον· τάχα δὲ καὶ ἣν κατέχεις πορφύραν, προνοεῖ σου τὸ Βασιλικὸν ἀξίωμα.
Ἡ Παρθένος: Ἐπειδὴ ταῦτα μηνύεις μοι καὶ μηνύων οὐ παύεσαι, κἀγώ σοι λέξω λοιπὸν ὅτι οὐ πιστεύω σου τὸν τοιοῦτον εὐαγγελισμόν, καθότι ἐξουθενῆσαι ἦλθες τὸ παρθενικὸν ἀξίωμα, καὶ λυπῆσαι τὸν ἐμον μνηστῆρα.
Ὁ Ἄγγελος: Ζαχαρίας ὁ προφήτης καὶ προσφιλὴς τῆς συγγενίδος σου Ἐλισάβετ ἐξ ἀπιστίας σιγήσας πληροφορήσει σοι· πρὸς ἐκεῖνον πορεύθητι καὶ μάθῃς τὰ ἐκείνῳ συμβησόμενα.
Ἡ Παρθένος: Ζεῦγος εὐγενέστατον καὶ ἄμεμπτον, Ἰωακεὶμ καὶ Ἄννα, οἱ ἐμοὶ γεννήτορες τυγχάνουσιν, καὶ πῶς ἐγὼ τούτων γέννημα ἐπίμεμπτον γενήσομαι; Τίς δὲ καὶ πληροφορήσει αὐτοὺς ὅτι Μαρία οὐκ ἠτάκτησεν;
Ὁ Ἄγγελος: Ἡνίκα τελεσθῶσιν οἱ λόγοι μου εἰς τὸν καιρὸν αὐτῶν, τότε συνήσεις τοῦ ἀκαταλήπτου μυστηρίου τὴν Δύναμιν, τότε γνώσῃ τῶν ἐμῶν ῥημάτων τὴν ἔκβασιν καὶ τοῦ Ὑψίστου τὴν ἄφραστον συγκατάβασιν.
Ἡ Παρθένος: Ἡ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ καταγομένη, πῶς τοιούτου φρικτοῦ καὶ ἐπουρανίου ἐξυπηρετήσω μυστηρίου; Καὶ πως τὸν ἐπὶ τὸν Χερουβὶμ ἅγιον καθεζόμενον, ἐγὼ ὑποδέξασθαι δυνήσομαι;
Ὁ Ἄγγελος: Θρόνος θεοβάστακτος καὶ Βασιλικὴ καθέδρα τοῦ ἐπουρανίου Βασιλέως κληθήσῃ, καθότι Βασίλισσα καὶ Δέσποινα καὶ βασιλέως ἐπιγείου Θυγάτηρ τυγχάνεις, καὶ χαρακτῆρα ἔχεις βασιλικόν.
Ἡ Παρθένος: Θρόνος Ὑψίστου πῶς ἐγὼ γενήσομαι; ἑρμήνευσον ὁ λαλῶν μοι· καὶ πῶς τὸ ὕπὲρ ἥλιον φῶς ἐκεῖνο τὸ ἀψηλάφητον ψηλαφήσει σὰρξ πηλίνη; ἀμήχανα κηρύττεις, νεανίσκε, εὐαγγέλια, καὶ νομίζω ἀπατῆσαί με παραγέγονας.
Ὁ Ἄγγελος: Ἴνα καὶ διατί, καὶ τίνος ἕνεκεν ἐπὶ τοσοῦτον ἠπίστησας τὸν εὐαγγελισμὸν δέξασθαι, δεδοξασμένη, καὶ μέχρι τίνος οὐ πειθαρχεῖς εἰς τὸν ἐξ οὐρανοῦ σοι πεμφθέντα ἄγγελον; Οὐκ εἰμὶ ἐγὼ ὁ τὴν Εὔαν πλανήσας, οὐκ εἰμί, μὴ γένοιτο.
Ἡ Παρθένος: Εἶδόν σου τὴν πολυσχημάτιστον ὄψιν, καὶ ἤκουσά σου τὰ πολυθαύμαστα ῥήματα, ἅπερ οὐδεὶς πώποτε ἀκήκοεν· καὶ δὴ οὐ βούλομαί σου τὸν τηλικοῦτον εὐαγγελισμὸν ὑποδέξασθαι.
Ὁ Ἄγγελος: Καὶ ἡ μορφή μου καὶ ἡ φωνή μου καταπλήττει σε· ἀλλ’ οἶδα ὅτι τὰ ῥήματα τοῦ στόματός μου χαρᾶς ἀνεκλαλήτου πρόξενά σοι γενήσονται, καὶ μακαρίσει σε κατὰ τὸ ῥῆμά σου οὐρανὸς καὶ ἡ γῆ.
Ἡ Παρθένος: Κατὰ τί γνώσομαι τοῦτο ὅτι ἔσται τελείωσις τοῖς ὑπὸ σοῦ λαλουμένοις; Καθότι παρθένος ἀθαλάμευτος ἐγὼ τυγχάτω, καὶ μῶμος ἡδυπαθείας οὐκ ἔστιν ἐν ἐμοί· δούλη γὰρ εἰμὶ Κυρίου τοῦ ποιήσαντός με.
Ὁ Ἄγγελος: Λέξω σοι τρανῶς, ὅτι καὶ Ἐλισάβετ ἡ συγγενής σου κατὰ τὸν καιρὸν τοῦτον υἱὸν ἐν γήρᾳ τέξεται, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται καὶ θαυμάσονται, κληθήσεται δὲ τὸ ὄνομα αὐτοῦ Ἰωάννης.
Ἡ Παρθένος: Λάβε δόγμα παρ’ ἐμοῦ, καὶ ἀπόστηθι τῆς ἐμῆς οἰκίας, κἄν τε γὰρ ἄγγελος, κἄν τε ἄνθρωπος τυγχάνῃς· ἄγγελον θεωρῶ τῷ σχήματι, καὶ ἄνθρωπον κατανοῶ τῷ ῥήματι.
Ὁ Ἄγγελος: Μὴ γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων οὐχ ἑώρακάς με, εὐλογημένη, καὶ τροφὴν ἐκ τῆς ἐμῆς ἐδέξω χειρός; ἐγὼ γάρ εἰμι Γαβριήλ, ὁ διαπαντὸς παρεστηκὼς ἐνώπιον τῆς δόξης Κυρίου.
Ἡ Παρθένος: Μνηστῆρα σώφρονα, γηραλέον καὶ δίκαιον κέκτημαι, τεκτονικὴν ἐπιστήμην ἐπιστάμενον, καὶ εὐλαβοῦμαι τοῦτον μήπως κατατύχῃ μετὰ σοῦ τοῦ ξένου συνομιλοῦσαν, καὶ μάλιστα κατὰ μόνας.
Ὁ Ἄγγελος: Νῦν ἠρξάμην λαλεῖν· πλήρης γάρ εἰμι ῥημάτων οὐρανίων· καὶ λέξω σοι λοιπὸν ὅτι ἐκ σοῦ μέλλει τίκτεσθαι Βασιλεὺς βασιλέων, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς Βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Ἡ Παρθένος: Νῦν ἡ ψυχή μου τετάρακται, καὶ οὐκ οἶδα τί λογίσομαι τὴν ἔμφρικτον ταύτην ὀπτασίαν· νομίζω γὰρ ὅτι, εἰ ἀληθεύσει τὰ ῥήματά σου, ἔκδοτον ποιήσει με Ἰωσὴφ εἰς χεῖρας τῶν αὐτὰ κρινόντων.
Ὁ Ἄγγελος: Ξενίζομαι, δεδοξασμένη, ὅτι ἀκμὴν διστάζεις ἐμὲ τὸν ἐκ τοσούτων ὑψωμάτων πρὸς σὲ παραγενόμενον· ἐμοὶ γὰρ μᾶλλον ἔξεστιν εὐλαβεῖσθαί σε, ὡς Μητέρα τοῦ Κυρίου μου μέλλουσαν ἔσεσθαί σε, καὶ τρέμειν σου τὸ Βασιλικὸν ἀξίωμα.
Ἡ Παρθένος: Ξενισμὸς γάρ εἰσι τὰ εὐαγγέλιά σου, καὶ ἡ ἐπιστασία σου δημοσιεύσει τοὺς τρόπους σου· ἦλθες γὰρ εἰς τὸ ἐμὸν δωμάτιον ἀμηνυτὶ πλησιάσας μοι, τάχα ὡς παιδίσκην τινά, καὶ οὐχ ὡς Δέσποινα λογισόμενος.
Ὁ Ἄγγελος: Ὅλη δι’ ὅλου καθαρὰ καὶ ἄμεμπτος τυγχάνεις· καὶ θαυμάζω πῶς ἐπὶ τοσοῦτο τοῖς ἐμοῖς ἠπίστησας ῥήμασιν· ἰδοὺ γὰρ ὁ Βασιλεὺς τῆς δόξης, ὡς λογίζομαι, ἔτι λαλοῦντός μου, ἐν σοὶ τῇ Παρθένῳ ὡς Βασιλίδι ἐνοίκησεν.
Ἡ Παρθένος: Ὁ παρθένον ἀπείρανδρον ἀσπαζόμενος καὶ κόρη ἀπειρογάμῳ, τὰ τοιαῦτα φθεγγόμενος ἑρμήνευσόν μοι τὸ ἀληθές, εἰ οἶδας, τὸ πότε καὶ πόθεν καὶ πῶς λοιπὸν ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω.
Ὁ Ἄγγελος: Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ Δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Μὴ φοβοῦ λοιπὸν Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Ἡ Παρθένος: Πολυζήτητον μυστήριον ἦλθες εὐαγγελιζόμενός μοι, καὶ πῶς μὴ πτήξω καὶ ἐπιπλεῖον ἀπιστήσω τὸν τοιοῦτον παράδοξόν σου εὐαγγελισμόν;
Ὁ Ἄγγελος: Ῥίψον τὴν ἄπιστον γνώμην, Παρθένε· ἰδοὺ γάρ, ὡς ἐμοὶ δοκεῖ, ἐτελέσθησαν οἱ λόγοι μου, καὶ ἡ κοιλία σου ὄγκον βαστάζει, κἂν μὴ βούλει· καθότι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.
Ἡ Παρθένος: Ῥίζης δαβιτικῆς βασιλικὸν βλάστημα ὑπάρχω, καὶ δέδοικα μήπως ὡς ἐκείνῳ ἐπέλθῃ κἀμοὶ τῆς ἀλλοτρίας ἀπροσδόκητος ἐξουθενισμός, καὶ φανερώσῃ μου λοιπὸν τὰ ἁμαρτήματα τὸ πέταλον τοῦ ἱερέως τὀ ἅγιον.
Ὁ Ἄγγελος: Σωτῆρα τέξεις Κύριον, τὸν ἕνα τῆς Ζωαρχικῆς Τριάδος, καὶ χαρὰν τῷ κόσμῳ προξενήσεις ἀνεκλάλητον, ἣν οὐδεὶς οὐδέπω ἀγγέλων ἢ ἀνθρώπων προεξένησεν, καὶ ἔσται τὸ ὄνομά σου εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ἡ Παρθένος: Σωτῆρα ποῖον τέξομαι; Λέγε μοι, νεανίσκε· ξενίζει γὰρ ὡς ἀληθῶς καὶ ἀγγέλων τὰς νοερὰς διακοσμήσεις καὶ ἀρχαγγέλων τὰς φλογερὰς καὶ πολυομμάτων ταξιαρχίας τὰ σὰ εὐαγγέλια.
Ὁ Ἄγγελος: Τέρψις καὶ διόλου γλυκασμός εἰσι τὰ ῥήματά σου, καὶ διὰ τοῦτό σοι λέξω ὅτι οὐκ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θελήματος Θεοῦ καὶ ἐξ ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, ἡ σὴ κυοφορία γενήσεται.
Ἡ Παρθένος: Τίς πληροφορήσει τῷ Ἰωσὴφ ὅτι οὐκ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐξ ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ἡ ἐμὴ κυοφορία γενήσεται; Καθότι ἐκ τοῦ αἰῶνους οὐκ ἠκου΄σθη ὅτι παρθένος ἀπείρανδρος βρέφος τέξεται.
Ὁ Ἄγγελος: Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν καταφεύξεται πᾶν γένος ἀνθρώπων, καὶ πᾶσα γλῶσσα πυρίνη μακαρίσει σε, καὶ λαληθήσεται τὸ ὄνομά σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, ὅτι διὰ σοῦ Χριστὸς τῷ κόσμῳ μέλλει τίκτεσθαι.
Ἡ Παρθένος: Ὑλικὴ τυγχάνουσα καὶ ἐκ τῆς γῆς τὴν γέννησιν ἔχουσα, πῶς καταφυγὴ ἀνθρώπων γενήσομαι; Καὶ πῶς Χριστὸν τὸ Φῶς τοῦ κόσμου ἐναγκαλίσομαι; Καὶ πῶς ὁ Ἥλιος ἐκεῖνος ὁ ἄδυτος ὑπὸ τῆς νοητῆς σελήνης βασταχθήσεται;
Ὁ Ἄγγελος: Φαιδρὸν ἀνάλαβε ὄμμα, δεδοξασμένη· Οὐρανὸς γὰρ μέλλεις γενέσθαι καὶ Σκηνὴ Θεοχώρητος, καὶ Ναὸς Θεοῦ ἔμψυχος ἑπτὰ στερεωμάτων εὐρυχωρότερός τε καὶ θαυμασιώτερος.
Ἡ Παρθένος: Φρίττω τὰ παράδοξα τῆς ξένης μου λοχείας ἐγκαίνια, εὐλαβοῦμαι δὲ καὶ τὸν Ἰωσήφ· καὶ τί λοιπὸν συμβήσεταί μοι; Οὐκ οἶδα. Συμφέρει μοι οὖν πρὸς τὸν οἶκον Ζαχαρίου ἀπελθεῖν, πρὸς τὴν ἐμὴν συγγένιδα.
Ὁ Ἄγγελος: Χριστιανῶν ἁπάντων γένῃ κοινὸν ἱλαστήριον, καὶ διὰ τοῦτο γαλήνιον ἐπιφθέγγομαί σοι τὴν πρέπουσαν φωνήν. Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Ἡ Παρθένος: Χαρακτῆρα φέρουσα βασιλικόν, καὶ εἰς τὰ βασίλεια Βηθλεὲμ τιθηνισθεῖσα, καὶ εἰς τὰ Ἅγια τῶν Ἁγίων ἐκ παιδιόθεν διαπρέψασα, καὶ Παρθένος λοιπὸν τυγχάνουσα, πῶς Μήτηρ ἀκουσθήσομαι Παιδὸς ἐμοῦ;
Ὁ Ἄγγελος: Ψηλαφήσας ὁ Ὕψιστος ὅλον τὸν κόσμον, καὶ μὴ εὑρὼν πλήν σου Μητέρα, πάντως ἐκεῖνος, ὡς ἠθέλησεν, ὡς ηὐδόκησεν, ἐκ σοῦ τῆς ἡγιασμένης ἄνθρωπος διὰ φιλανθρωπίαν γενήσεται. Μακαρίζου λοιπὸν ἐν ἀνθρώποις.
Ἡ Παρθένος: Ψαλῶ καὶ αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μετ’ ᾠδῆς, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, καὶ λαὸς ὁ ἐξ ἐθνῶν διαπαντὸς ἐπαινέσει με.
Ὁ Ἄγγελος: Ὦ Παρθένε, χαρᾶς ἐπουρανίου καὶ τερπνὸν καὶ πανθαύμαστον κατοικητήριον, καὶ τοῦ κόσμου παντὸς παγκόσμιον σέβασμα, ἡ μόνη ἀληθῶς ἐν γυναιξὶν εὐλογημένη, ἑτοιμάζου λοιπὸν εἰς μυστικὴν Χριστοῦ παρουσίαν.
Ἡ Παρθένος: Ὦ νεανίσκε χαρᾶς ἀνεκλαλήτου πρόξενε, ὁ ἐξ ἀσωμάτων ἁγίων παραγενόμενος καὶ πηλῷ διαλεγόμενος, ἕως πότε ἀνέξομαί σου, καὶ μέχρι τίνος οὐ καταπαύεις τοὺς λόγους σου; Ἰδοὺ ἡ δούλη Κυρίου γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
***
Καὶ ταῦτα μὲν ἡ πολυΰμνητος καὶ πανάμωμος καὶ Παρθένος Μαρία πρὸς τὸν Ἀρχάγγελο Γαβριήλ, ἢ καὶ τὰ τούτων ἀῤῥητότερα διελέγετο. Ἀλλ’ ἀκούσωμεν λοιπὸν τί πρὸς αὐτὴν καὶ ὁ δίκαιος Ἰωσὴφ διελέγετο.
Ὁ Ἰωσήφ: Ἄσπιλόν σε παρέλαβον ἐξ οἴκου Κυρίου, καὶ Παρθένον ἀμόλυντόν σε κατέλιπον ἐν τῷ οἴκῳ μου, καὶ τί τοῦτο νῦν ὁρῶ Μαρία παρ’ ἐλπίδα καὶ οὐ παρθένον τυγχάνουσαν; Λέγε μοι Μαριὰμ τί τὸ ἀληθές, ἐν τάχει λέγε μοι.
Ἡ Παρθένος: Ἄσπιλόν με κατέλιπες, ὡς ἔφης, ἐν τῶ οἴκῳ σου, καὶ πάλιν ἀμόλυντον ἐγὼ λογίζομαι καὶ τέτυχάς με, καθότι ἐκ παιδιόθεν ἐμίησα τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα, καὶ ἴχνος ἡδυπαθείας οὐκ ἔστιν ἐν ἐμοί.
Ὁ Ἰωσήφ: Βήματος δικαστικοῦ εὐλαβήθητι, Μαριάμ, τὸ αὐστηρὸν βουλευτηρίον, καὶ συναγωγῆς ἰουδαϊκῆς τὸ ἀπαραλόγιστον δικαστήριον, καὶ λέξον μοι σαφῶς τὸ ἀληθές, μὴ κρύψῃς ἀπ’ ἐμοῦ τὰ συμβησόμενα.
Ἡ Παρθένος: Βῆμα καὶ κριτήριον ἀπαράλλακτον τοῦ μέλλοντος αἰῶνος φοβήθητι, Ἰωσήφ, ὅπου καὶ ἄγγελοι τρέμουσιν οἱ μηδὲν ἁμαρτήσαντες, περὶ δὲ τοῦ ἐπιγείου δικαστηρίου μή σοι μελέτω.
Ὁ Ἰωσήφ: Γέγραπται ἐν βίβλῳ Μωσέως ὅτι, ἐάνν τιςεὕρῃ παρθένον καὶ βιασάμενος κοιμηθ ῇ μετ’ αὐτῆς καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ἐκεῖνος τῷ πατρι τῆς νεάνιδος δίδραγμα· οὗ προστάγματι ποίησον.
Ἡ Παρθένος: Γέγραπται ἐν τοῖς προφήταις ὅτι δοθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα, καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι αὐτό· τάχα οὖν, ὡς ἐμοὶ δοκεῖ, ἡ προφητεία αὕτη περὶ σοῦ ἐλέχθη.
Ὁ Ἰωσήφ: Δημοσίευσον Μαριὰμ τὸν ἐπίβουλον τῆς ἐμῆς οἰκίας, ἄγε δὴ εἰς μέσον τὸν ἀτακτήσαντα, ἵνα ξίφει τεκτονικῷ τὴν κεφαλὴν αὐτοῦ ἀφελοῦμαι, καθότι ἐκεῖνος τὴν ἐμὶν ἠτίμασεν πολιάν· καὶ ἐκμυτηρίσει με λοιπὸν ἡ δωδεκάφυλος τοῦ Ἰσραήλ.
Ἡ Παρθένος: Δίκαιος σὺ καὶ ἀμεμπτος τυγχάνεις, καὶ εἰκότως ὁ Θεός μου ἀποκαλύψει σοι τὰ ἐμοὶ συμβησόμενα, καὶ δείξει σοι καθ’ ὕπνους, ὃν λέγεις ἐπίβουλον· ἐγὼ γὰρ εἰς τὸ ὕψος ἐκεῖνο, ὅπου ἐκεῖνος αὐλίζεται, οὐκ ἤθισα ἄγεσθαι.
Ὁ Ἰωσήφ: Ἔξιθι τοῦ οἴκου μου, καὶ ταχὺ πρὸς τὸν σὸν ἐραστὴν ἐπείχθητι· οὐ διαθρέψω σε ἀπὸ τοῦ νῦν, οὐ καθήσεις ἐπὶ τραπέζης ἐμεῆς, καθότι λύπην καὶ ἐξουθενισμὸν ἀντὶ χαρᾶς ταῖς ἐμαῖς ἡτοίμασας πολιαῖς.
Ἡ Παρθένος: Ἔκδεξαι μικρόν, ὦ Ἰωσήφ, καὶ μὴ ξενώσῃς με λάθρα τοῦ οἴκου σου, καθότι ξενιτεύειν οὐκ ἤθισα· καὶ ποῦ λοιπὸν πορεύσομαι μὴ γινώσκουσα; ὴ πρός τίνα καταφεύξομαι; Οὐκ ἐπίσταμαι.
Ὁ Ἰωσήφ: Ζωῆς καὶ θανάτου τυγχάνουσα, λέγε μοι, Μαριάμ, τίς ὁ θηρεύσας σε, φανέρωσόν μοι τὸν μετὰ σοῦ συνομιλήσαντα, ἑρμήνευσόν μοι ποίας πόλεως ἐτύγχανεν, ἵνα ἐκεῖ πορευθεὶς ἐξουθενίσω αὐτόν.
Ἡ Παρθένος: Ζῇ Κύριος ὁ Θεός μου, ὅτι καθαρὰ εἰμὶ καὶ ἄνδρα οὐ γινώσκω· ὁ γὰρ φανείς μοι, ὡς ἐμεοὶ δοκεῖ, ἄγγελός τις εἶχεν ἀνθρωποσχημάτιστος, εἰμὴ μετὰ εὐλαβείας, ὡς ἀπὸ διαστήματος τινὸς ἐξίστατο καὶ ἵστατο, καὶ οὕτως τῇ ἐμῇ ταπεινώσει διελέγετο.
Ὁ Ἰωσήφ: Ἥξει ἐπὶ σοί, ἀλλὰ καὶ ἐπ’ ἐμοὶ τῷ γέροντι, κλεψιγαμίας ἔγκλημα καὶ ἐξουθενισμὸς ἀπροσδόκητος παρὰ τῶν ταῦτα κρινόντων, καὶ ἐλέγξει λοιπὸν ἀμφοτέρους ἡμῶν, κἂν μὴ βουλώμεθα τὸ ὕδωρ τῆς ἐλέγξεως.
Ἡ Παρθένος: Ἠκούσθη σοι ὅτι καὶ Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου καὶ συγγενής μου κατὰ τὸν καιρὸν τοῦτον Προφήτην καὶ Πρόδρομον παρ’ ἐλπίδα συνέλαβεν· εἰμὴ γὰρ Προφήτης ἐτύγχανεν, οὐκ ἂν διὰ τῶν σκιρτημάτων ἐπέγνω τὸν ἐν ἐμοὶ βασταζόμενον Κύριον.
Ὁ Ἰωσήφ: Θαυμάζω ἐπὶ σοὶ καὶ σφόδρα καταπλήττομα, καὶ οἶδα ὅτι διαλάλημα γενήσομαι τοῖς υἱοῖς Ἰσραήλ. Καὶ ἐξουθενίσει με ἀδωναΐ Κύριος, ἀνθ’ ὧν παρέλαβόν σε ἐξ ἁγίου κατοικητηρίου εἰς τήρησιν, καὶ παρθένον σε οὐκ ἐφύλαξα.
Ἡ Παρθένος: Θλίψεως ἡμέρα κατέλαβέ με, καὶ μέμψις ἐξ ὑποψίας ἐπῆλθέν μοι καὶ ἐξέτασις μνηστῆρός μου κατεπείγει με, καὶ κυοφόρησις παιδός μου κατηγορεῖ μοι, καὶ ὁ τὸ χαῖρέ μοι, λέξας, τάχα ἀπεκρύβη· καὶ τί λοιπὸν λογίσομαι; Οὐκ οἶδα.
Ὁ Ἰωσήφ: Εἶδον τὸν ὄγκον τῆς σῆς νηδύος, καὶ ὅλως διόλου σύντρομος γέγονα. Εἰπέ μοι ποῦ σε κρύψω, καὶ πότε σοι φανερώσω, καὶ πῶς δυνήσομαι λαθεῖν τὸ ἰουδαϊκὸν συνέδριον; ἀπόστηθι οὖν τοῦ οἴκου μου, ταχέως ἀπόστηθι.
Ἡ Παρθένος: Ἰδοὺ διώκεις με τοῦ οἴκου σου Ἰωσήφ· καὶ ποῦ λοιπὸν πορεύσομαι; Οὐ γινώσκω· ὑποστρέψω ἆρα ἐν τῷ Ἱερῷ τοῦ ἁγιάσματος; ἀπέλθω πρὸς τοὺς ἐμοὺς γονεῖς; ἀλλὰ ποίῳ προσώπῳ ἀτενίσω εἰς αὐτούς.
Ὁ Ἰωσήφ: Κὰν ἐγὼ σιωπήσω τὸ ἁμάρτημά σου, φανερόν ἐστι· καὶ οἱ λίθοι καὶ τὰ ἅγια τῶν ἁγίων μεγάλα βοήσονται, καθότι παρέλαβόν σε εἰς τήρησιν τοῦ καταλεγομένου ἱερέως, καὶ παρθένον σε οὐκ ἐφύλαξα.
Ἡ Παρθένος: Κρύψον με λοιπὸν εἰς τὸ σπήλαιον τῆς ἐμεῆς Βηθλεέμ, καὶ ἔκδεξαι μικρὸν ἐμῆς κυοφορίας καὶ μάθοις ὰν ἐξ ἐμοῦ τίς ἔστιν ὁ μέλλων τίκτεσθαι. Λογίζομαι λοιπὸν ὅτι Ἰησοῦς ὁ Θεός μου ἐπιβλέψει ἐπὶ τὴν ταπείνωσίν μου.
Ὁ Ἰωσήφ: Λέξον μοι λοιπόν, τίς ἐστιν ὁ ξένος καὶ παροδηγητὴς ἐκεῖνος ὁ ἄνθρωπος, ὁ εἰς τὸ ἡμέτερον δωμάτιον ἀμηνύτως παραγενόμενος, ὥς τις ποτὲ κακόσκοπος, καὶ μάλιστα ἐμοῦ ἀπόντος καὶ οὐκ ὄντος ὑπὸ τὰ τείχης τῆς πόλεως Ναζαρέτ;
Ἡ Παρθένος: Λαβοῦσα τὴν κάλπην ἀπῆλθον εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ, ὅπως πίωμαι, καὶ εἰσῆλθεν εἰς τὰ ὦτά μου φωνὴ τοιαύτη λέγουσα· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
Ὁ Ἰωσήφ: Μὴ γὰρ ἐκ τῆς φωνῆς συνέλαβες; ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἀπὸ φωνῆς ῥημάτων ἐκυοφόρησε παρθένος ἀπείρανδρος ποτέ, ἀλλ’ οὔτε οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν εἴ τι τοιοῦτον γέγονεν ἐν ταῖς ἡμέραις αὐτῶν.
Ἡ Παρθένος: Μὴ γὰρ Ἡσαΐας ὁ Προφήτης οὐ ἐφώνησε λέγων· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει; Καὶ πάλιν· Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ Μήτηρ ἄνδρα οὐ γινώσκει; Σφάλλεις λοιπόν, ὦ Ἰωσήφ, ἐπιπολὺ μεμφόμενός μοι.
Ὁ Ἰωσήφ: Νομίζω, Μαρία, ὅτι τῆς Εὔας τῆς σῆς μητρὸς ἐξηκολούθησας· ἀλλ’ ἐκείνη μὲν τοῦ παραδείσου ἀπῳκίσθη, καθότι τὴν ἀκοὴν ἐφήπλωσε εἰς τὸν ταύτην ψιθυρίσαντα, σὺ δὲ ἐκ τοῦ οἴκου μου ἐκβληθήσῃ ὡς ὑπεύθυνος.
Ἡ Παρθένος: Νῦν ἐπῆλθές μοι ὡς ἀλλογενὴς καὶ ἑτερόφυλος κατήγορος, καὶ οὐχ ὡς βασιλίδα ἀλλ’ ὡς μοιχαλίδα τινὰ διελέγχεις μοι· καὶ ἀπὸ πόλεως εὀς πόλιν λάθρα διώκομαι· καὶ τί λοιπὸν ἀπολογήσομαι; Οὐκ ἐπίσταμαι.
Ὁ Ἰωσήφ: Ξενίζει με ὁ Τόκος σου, οὐ μόνον ἐμοί, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καὶ οὐκ ὰν πιστεύσει σού τις τί ταῦτα τὰ ῥήματα, ὅτι παρθένος ἀπείρανδρος βρέφος φέρεις.
Ἡ Παρθένος: Ξενίζει νῦν τὰ λεγόμενα καὶ καταπλήττει σου τὸν νοῦν τῆς μυστικῆς κυοφορίας μου τὸ παράδοξον μυστήριον, ἐγὼ δὲ οὐκ εἰμὶ αἴτιος τῆς ἐπελθούσης μοι συμφορᾶς, καθότι ἀπὸ βρέφους μεμάθηκα λατρεύειν τῷ Κυρίῳ μου τῷ ποιήσαντί με, καὶ ἄνδρα οὐ γινώσκω.
Ὁ Ἰωσήφ: Οὐκ εἶπόν σοι δεῖξόν μοι τὸν ἐπίβουλον τῆς οἰκίας μου, καὶ ἐλευθερῶ σε τοῦ τοιούτου ἐγκλήματος; ἢ πορεύθητι πρὸς τὸν σὸν ἐραστήν· καὶ τί λοιπὸν ἀπὸ τοῦ νῦν ἐλπίζεις;
Ἡ Παρθένος: Οὐκ ἐπίσταμαι λοιπὸν τὸ ἐν ποίοις τόποις αὐλίζεται, ἐπειδὴ κατὰ ἀλήθειαν ἤμελλον αὐτὸν κατατύχειν τὸ ἀζωγράφητον κάλλος θεάσασθαι, καὶ μετ’ αὐτοῦ διαλεχθήσεσθαι, ὅτι εἶπέ μοι· Χαῖρε Κεχαριτωμένη, καὶ ἀρτίως πολλὰ λυποῦμαι.
Ὁ Ἰωσήφ: Πῶς μὴ πτήξω· καὶ τύψω μου τὴν ὄψιν καὶ τήξω μου τὴν ψυχήν, ὅτι παρθένον παρέλαβόν σε ἐξ οἴκου Κυρίου, καὶ οὐ διετήρησά σε; Πῶς δὲ προσεύξομαι πρὸς Κύριον τὸν Θεόν μου κατὰ τὸ ἠθισμένον μοι, καὶ πληρώσει μου τὴν ἔντευξιν;
Ἡ Παρθένος: Πίστευε Προφήτας τοῦ Θεοῦ, καὶ μὴ ἐπὶ τοσοῦτον λύπῃ κατατήξῃς ἑαυτόν· εὑρήσεις γὰρ αὐτὸ γεγραμμένον, τό· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Ὁ Ἰωσήφ: Ῥάβδος ἀχειρότευκτος ἔπεισέ με παραλαβεῖν σε ἐκ τοῦ οἴκου Κυρίου καὶ τῆς προσευχῆς, καὶ κατέλιπά σε μετὰ πάσης εὐταξίας καὶ κοσμιότητος ἐν τῷ οἴκῳ μου, καὶ ἵνα τί οὐκ ἐδέξω σεμνὴν τὴν ἐμὴν ἐπάνοδον καὶ τῶν ἔργων τὴν συμπλήρωσιν;
Ἡ Παρθένος: Ῥυτίδα κοίτης ἀλλοτρίας καὶ μῶμον σαρκικῆς ἐπιθυμίας οὐκ ἐπίσταμαι· ζῇ Κύριος εἶπον, καὶ πάλιν λέγω σοι ὅτι τὴν πορφύραν κατέχουσα ἤκουσα φωνῆς ἀγγελικῆς βοώσης μοι· Μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Ὁ Ἰωσήφ: Στέρξον ὀλίγον λοιπὸν ἐν τῷ οἴκῳ μου, καθότι καιρὸς ἀπογραφῆς ἐστιν, Αὐγούστου Καίσαρτος νῦν βασιλεύοντος· ἐγὼ δὲ γυναῖκα ἐμὴν εὐλαβοῦμαί σε ἀπογράψασθαι, καὶ μάλιστα διὰ τὴν Δαβιτικὴν συγγένειαν.
Ἡ Παρθένος: Συντηρήσω ἆρα τοὺς λόγους σου ἐν τῇ καρδίᾳ μου, καὶ στέρξω ἔτι μικρὸν ἐν τῷ οἴκῳ σου, καὶ ἐκδέξομαι καιρὸν ἀπογραφῆς καὶ ἡμέραν κυήσεως, μέχρις ἂν ἀμφότερα τελεσθῶσιν.
Ὁ Ἰωσήφ: Τάχα ἄγγελον ἦν ὁ καθ’ ὕπνον φανείς μοι, καὶ λέξας μοι· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸν γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματος ἐστὶν ἁγίου· τέξεται δὲ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἐκ τῶν ἁμαρτιῶν αὐτῶν.
Ἡ Παρθένος: Τάχα, κύριέ μου, ἐκεῖνον ἦν ὁ τὸ Χαῖρέ μοι φθεγξάμενος· ἀλλὰ τὸ λοιπὸν τόν ἐρεύνησον καὶ σπήλαιον, καὶ μαίαν ἑβραίαν καταζήτησον τοῦ γένους ἡμῶν, καὶ τὸ μυστήριον φύλαττε.
Ὁ Ἰωσήφ: Ὑποδείξει μοι πάντως ὁ φανείς μοι καὶ τὸν τόπον καὶ τὸ σπήλαιον. Σὺ δὲ Μαρία τὰ σπάργανα ἑτοίμασον, κἄν τε προφήτης, κἄνε τε βασιλεύς ἐστιν ὁ μέλλων εἰς ἡμᾶς τίκτεσθαι.
Ἡ Παρθένος: Ὑπονοῶ ὅτι Βασιλεύς ἐστιν ὁ μέλλων τίκτεσθαι· γέγραπται γὰρ παρὰ τῷ προφήτῃ Ζαχαρίᾳ· Χαῖρε σφόδρα Θύγατερ Σιών· κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων.
Ὁ Ἰωσήφ: Φανέρωσόν μοι λοιπόν, ὁ καθ’ ὕπνους χρηματίσας μου, τὰ μέλλοντα ἡμῖν μετὰ ταῦτα συμβαίνει. Ἐγὼ δὲ καὶ τὸν Ἡρώδην φοβοῦμαι, μὴ ποτέ τινος μηνύσαντος, ζητήσῃ τὸν παρ’ ἡμῶν τικτόμενον παῖδα τοῦ ἀνελεῖν αὐτόν.
Ἡ Παρθένος: Φανήσεται σημεῖον ἐπίσημον ἐν τῷ οὐρανῷ· γέγραπται γὰρ παρὰ τῷ προφήτῃ Βαλαάμ· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ.
Ὁ Ἰωσήφ: Χθὲς ἐξ ὑποψίας σφαλόμενος μέμψιν ἐπήνεγκα τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, νῦν δὲ τὴν ἐξ ὕψους πληροφορίαν δεξάμενος, ἀπολογήσομαι ἆρα, καὶ μετ’ εὐλαβείας προσκυνήσω τῇ μεγαλοσύνῃ σου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ἡ Παρθένος: Χρυσὸς ὡς ἐμοὶ δοκεῖ προσενεχθήσεται τῷ μέλλοντι τίκτεσθαι ἐκ ἐμοῦ, καθὼς γέγραπται παρὰ τῷ προφήτῃ Δαβίδ, ὅτι· καὶ δοθήσεται αὐτῶ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο.
Ὁ Ἰωσήφ: Ψηλαφήσωμεν λοιπὸν τόπον ἀψηλάφητον, ὅτι καιρὸς ἐπέστη ὁ τῆς κυήσεως· χρήζομεν δὲ καὶ ὑποζυγίου· ἰδοὺ γὰρ βλέπω σε στυγνάζουσαν, καὶ νομίζω ὅτι τεκνογονήσειν βούλει.
Ἡ Παρθένος: Ψηλάφησον ἕτι ἅπαξ τὸν προφήτην Μαλαχίαν, λέγει γάρ· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οἶκος τοῦ Εὐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ γάρ μου ἐξελεύσεται τοῦ εἶναι ἄρχοντα ἐν τῷ Ἰσραήλ.
Ὁ Ἰωσήφ: Ὡς νομίζω, οὐκ ἀποστήσεται ἐξ ἡμῶν ὁ ἄγγελος ὁ καθ’ ὕπνον φανείς μοι, μέχρις ἂν πάντα, ἃ ἐμήνυσεν ἡμῖν, πληρωθήσονται, ἀλλὰ καὶ κατὰ τὴν ὁδὸν συμπορεύσεται.
Ἡ Παρθένος: Ὢ μεγάλης μου καὶ μακαρίας ἡμέρας: μάλιστα, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.