Δευτέρα 23 Μαρτίου 2020

ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟ ΤΗΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΘΕΟΤΟΚΟΥ




ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟ ΤΗΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

Εὐλόγησον Πάτερ.



Τῆς παρούσης τιμίας Βασιλικῆς συνάξεως τὴν φαεινήν τε καὶ ὑπέρξενον ἀνάμνησιν λαοὶ φυλαὶ καὶ γλῶσσαι καὶ ἅπαν ἀξίωμα καὶ λαὸς ὁ περιούσιος, ἀγαλλόμενος τῇ ψυχῇ, πνευματικῶς πανηγυρίσωμεν, καὶ ὕμνους θεοτερπεῖς τῇ ἐκ Δαβὶδ Βασιλίδι μετὰ σπουδῆς ἐξυφάνωμεν, καὶ συστησώμεθα νέαν ἐορτὴν ἑαρινὴν καὶ πανήγυριν πασῶν πανηγύρεων τῆς ἐλπίδος ἡμῶν.

Σήμερον γάρ, ὡς ἀληθῶς αἰ νοεραὶ Δυνάμεις τῶν οὐρανῶν οὐρανόθεν παρέκυψαν, καὶ μεθ’ ἡμῶν τῶν γηΐνων ἀοράτως πανηγυρίζουσιν.

Σήμερονπεπλήρωται  τοῦ Δαβὶδ προφητεία  λέγουσαΕὐφραινέσθωσαν οἱ οὐρανοίκαὶ ἀγαλλιάσθω  γῆἸδοὺ γὰρ τὰ ἀμφότερα χαρᾶς ἐπλήρωσεν  Κεχαριτωμένη.
Σήμερονἐκ χειμῶνος κρυεροῦ θερμὸν καὶ πολύανθον ἔαρ ἐπελαμψεκαὶ χρυσοφεγγὴς ἥλιος τερπνότερός τε καὶ χαριέστερος ἡμῶν ἀνατέταλκε.
Σήμερον θεοφύτευτος Ἐδὲμ ἐξανοίγεταικαὶ  θεόπλαστος Ἀδὰμ φιλανθρωπίας ἀγαθότητι ἐν αὐτῇ πάλιν πολιτογραφούμενος εἰσοικίζεται.
Σήμερονλύεται της λύπης  προγονικὴ ἀπόφασιςκαὶ πέπαυται λοιπὸν  τῆς Εὔας ἐπίφθονος ἐξουθενισμὸς καὶ ἐπίμοχθον ἐπιτίμιον.
Σήμεροναἱ ἄνω τάξεις τοῖς ἐπὶ γῆς συγχορεύουσι διὰ τὴν παροῦσαν ταύτην Ἁγίαν σύναξινκαὶ  κόσμος φωτὶ καταλάμπεται.
Σήμερον ἄσπιλος Ἐκκλησία τοῦ Θεοῦ μορφοπρεπῶς μεγαλύνεταικαὶ ὡς ἐν κροσσωτοῖς χρυσοῖς τὸ κάλλει τῆς παρούσης πολυποθήτου ἡμέρας καταγλαΐζεται.
Σήμερον πολύβλεπτος καὶ ἁγιώνυμος πόλις Ἱερουσαλὴμ  κάτω μετὰ τῆς ἄνω εὐφραίνεταικαὶ  νέα Σιὼν προφητικῶς κατατέρπεται.
Σήμερον τοῦ Δαβὶδ καὶ τῆς καλλίπαιδος πόλις Βηθλεὲμ ὡς οὐρανὸς ἀναδείκνυταικαὶ τῇ περικαλλεῖ στολῇ νυμφοστολίζεται.
Σήμερον ἐπίσημος πόλις Βαζαρὲτ καὶ  τιμία Γεθσημανῆ καὶ πᾶσα πόλις καὶ χώρα τὴν ὁλόφωτον ταύτην ἄγουσι κόσμῳ ἑορτήν.
Σήμερονβασιλεῖς τῆς γῆς καὶ πάντες λαοὶ τῆς ἀμιάντου Βασιλίδος ἡμῶν καὶ Θεομήτορος τὴν μακαρίαν ἀνάμνησιν βασιλικῶς πανηγυρίζουσι.
Σήμερονθυγατέρες βασιλέων καὶ βασιλίδων στίφη πρὸς τὴν μνήμην τῆς βασιλικῆς παστάδος ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν συνελαύνονται.
Σήμεροννεάνιδες καὶ νύμφαιμητέρες καὶ παρθένοικαὶ εὐγενίδων ἅπαν ἀξίωματὴν Μητέρα καὶ Παρθένον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν μακαρίζουσι.
Σήμερον Ἁγία τῶν Ἁγίων ἀπὸ πάντων ἐγκωμιάζεταικαὶ γέγηθε λοιπόν·  οὐρανὸς καὶ  γῆ καὶ τὰ ποιήματα πάντα συνεορτάζομεν.
Σήμερον ἁγιόγραφος βίβλος τῶν ἀπ’ αἰῶνος Προφητῶν εἰς μέσον ἄγεταικαὶ ἕκαστος αὐτῶν προκαταγγέλλει τὴν χάριν τῆς παρούσης Ἑορτῆς.
Σήμερον Πατριάρχης Ἰακὼβ προφητικῶς περὶ τῆς μυστικῆς ἐκείνης κλίμακοςτῆς ἀπὸ γῆς ἐστηριγμένης εἰς οὐρανούςτὴν διήγησιν ποιούμενος ἀγάλλεται.

Σήμερον παλαιὸς προφήτης ἐκεῖνος καὶ τοῦ Ἰσραὴλ δημαγωγὸς περὶ τῆς βάτου ἐκείνης τῆς καιομένης καὶ μὴ φλεγομένης περὶ ἠμῶν διαλέγεται.
ΣήμερονΖαχαρίας  ἐν προφήταις ἐπίσημος διὰ τῆς ἰδίας προφητείας οὕτως βοᾷΕἶδονφησίκαὶ ἰδοὺ λυχνία χρυσῆκαὶ τὸ λαμπόμενονἐπάνω αὐτῆς.
ΣήμερονἩσαΐας  μεγαλοκήρυξ ἐν προφήταις προφητεύει κεκραγώςἈναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαίκαὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.
ΣήμερονἹεζεκιὴλ  θαυμάσιος βοᾷἸδοὺ πύλη κεκλεισμένη καὶ οὐδεὶς εἰσελεύσεται δι’ αὐτῆςοὔτε ἐξελεύσεταιεἰμὴ Κύριος  Θεὸς μόνοςκαὶ ἔσται κεκλεισμένη.
ΣήμερονΔανιὴλ  θεσπέσιος τὸ μέλλον ὡς παρὸν προκαταγγέλλων βοᾷἈπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρόςτουτέστιν ἄνευ ἀνδρός.
Σήμερον Δαβὶδ  νυμφοστόλος μελῳδῶν περὶ τῆς παρθενικῆς ὡς ἀληθῶς καλλιπόλεως οὕτως βοᾷΔεδοξασμένα ἐλαλήθη περὶ σοῦ πόλις τοῦ Βασιλέως τοῦ Μεγάλου.
ΣήμερονΓαβριὴλ  Ταξίαρχος τοῦ οὐρανοῦ τὰς ἁψίδιας ὑποδραμὼν τὴν πανύμνητον Παρθένον καὶ Θεοτόκον ἀσπάζεται κεκραγώςΧαῖρε Κεχαριτωμένη Κύριος μετὰ Σοῦ.
Σήμερονἅμα πάντες ἄνθρωποις καὶ ἡμεῖς τὴν ἀγγελικὴν φωνὴν ἀναλάβωμενκαὶ σὺν ἐκείνῳ τὰ ἐκείνου ἐγκώμια τὴν πρόξενον τῆς αρᾶς προσκομίσωμεν λέγοντες:
 Χαῖρε σφόδραΘυγάτερ Ἰωακεὶμ καὶ Ἄννηςτῶν σὲ ἀμέμπτως ἐκ προσευχῆς τεκόντων ἐν τῷ προσήκοντι καιρῷ τῇ τούτων συνοικήσει.
Χαῖρε σφόδραΘεοτόκε Παρθένεἀγγελικὸν ὡς ἀληθῶς ἐγκώμιονΕὐλογημένη σὺ ἐν γυναιξίνκαὶ εὐλογημένος  καρπὸς τῆς κοιλίας σου.
Χαῖρε Κεχαριτωμένηἐκ φυλῆς Δαβιτικῆς βασιλικῆςΛευϊτικῆςκαὶ ἐξ Ἄννης τῆς θεόφρονος παρ’ ἐλπίδα βλαστήσασα.
Χαῖρε Κεχαριτωμένη ἀπὸ βρέφους εἰς αὐτὰ τῶν Ἁγίων Ἅγια ἀνατραφεῖσα.
Χαῖρε Κεχαριτωμένη δι’ ἀγγέλου χαρᾶς εὐαγγέλια δεξαμένηκαὶ χαρὰν ἀνεκλάλητον καὶ ἀνεκδιήγητον παντὶ τῷ κόσμῳ προξενήσασα.
Χαῖρε Κεχαριτωμένη πορφυροειδὴς βασιλικὴ ἁλουργίςτὸν πάσης κτίσεως Βασιλέα καθ’ ἡμᾶς σωματωθέντα καταστολίσασα.
Χαῖρε Κεχαριτωμένη τὸ ἀπαύγασμα τῆς Πατρικῆς ἀγαθότητος καὶ τὸ Φῶς ἐκεῖνο τὸ μηδαμοῦ χωρούμενον ἀστενοχωρήτως ἐν τῇ κοιλίᾳ χωρήσασα.
Χαῖρε Κεχαριτωμένη ἀρωματοφόρος γῆ καὶ ζωηφόρος θήκη καὶ νέα μυροθήκη τοῦ Πνεύματος τὸν σύμπαντα κόσμον μυρεψικῶς εὐωδίας ἐμπλήσασα.
Χαῖρε Κεχαριτωμένη Θρόνος  ὑψηλὸς καὶ ἐπηρμένος τοῦ τῶν ὅλων Ποιητοῦ καὶ Λυτρωτοῦ καὶ πάντα χειρὶ κατέχοντος τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Χαῖρε Κεχαριτωμένη ναὸς  ἔμψυχος τῆς μεγαλοπρεποῦς δόξης τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντοςκαὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σάρκα φορέσαντος.
Χαῖρε Κεχαριτωμένη, ζωὴν φέρουσα καὶ φῶς ὡς βρέφος πρόσφατον, γάλα ποτίζουσα τὸν ἐκ πέτρας μέλι πάλαι πηγάζοντα.
Χαῖρε Κεχαριτωμένη, ψυχῆς ἀγαλλίαμα καὶ ὅλου τοῦ κόσμου παγκόσμιον σέβασμα καὶ ἁμαρτωλῶν ἁπάντων ἀγαθὴ μεσιτεία.
Χαῖρε Κεχαριτωμένη, θύρα θλιβομένων καὶ ἐλπὶς ἀπηλπισμένων καὶ προστασία φοβερὰ τῶν εἰλικρινεῖ καρδίᾳ Θεοτόκον ὁμολογούντων σε.
Χαῖρε Κεχαριτωμένη, ἡ Φιλάνθρωπον Δεσπότην ὑπὲρ κοινῆς τοῦ γένους τῶν ἀνθρώπων σωτηρίας κυοφορήσασα, καὶ τοῦτον μητρικῶς ὑπὲρ πάντων καθικετεύουσα.
Χαῖρε ΚεχαριτωμένηΧριστιανῶν ἁπάντων θαυμαστὸν καὶ εὐσυμπάθητον προσφύγιονκαὶ πάσης μεγαλουργοῦ καλλονῆς ὑψηλότατον θέαμα.

***
Ἀλλὰ ταῦτα μὲν καὶ ἡμεῖς οἱ ἐλάχιστοι παρὰ τῆς θεοπνεύστου Γραφῆς μεμαθηκότες πρὸς τὴν ἐπουράνιον Νύμφην καὶ Βασιλίδα καὶ Θεοτόκον ἀναξίοις χείλεσιν διελέχθημενἜλθωμεν δὲ λοιπόνει ποθεῖτε καὶ βούλεσθεἐπὶ τὸν ἔνθεον τοῦ Γαβριὴλ Εὐαγγελισμόνκαὶ ἀκούσωμεν τί πρὸς τὴν ἄμεμπτον ἐπιστὰς εὐηγγελίζετο.
Ὁ Ἄγγελος: Ἄκουε δεδοξασμένη λόγους ἀποκρύφους Ὑψίστου, ἄκουε. Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις Υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Ὁπλίζου λοιπὸν εἰς Χριστοῦ παρουσίαν· ἦλθον γὰρ εὐαγγελίσασθαί σοι τὰ σοὶ ἀποκείμενα ἀπὸ καταβολῆς κόσμου
 Παρθένος: Ἄπιθι πόλεως ἐμῆς καὶ πατριᾶς ἄνθρωπεἄπιθικαὶ σπουδῇ τὸ ἐμὸν κατάλιπε δωμάτιονΜακρὰν ἀπόφυγε προθύρων ἐμῶν  λαλῶν μοικαὶ μὴ τοιοῦτον εὐαγγελισμὸν τῇ ἐμῇ ταπεινώσει προσκόμιζε.
 Ἄγγελος: Βουλὴν ἀρχαίαν πληρῶσαι βουλόμενος καὶ θελήσας θελῆσαι τὸν πλανηθέντα ἄνθρωπονἄνθρωπος  μόνος Φιλάνθρωπος φιλανθρωπίας ἀγαθότητι γενέσθαι ηὐδόκησεν· καὶ τί λοιπὸν τὸν ἐμὸν οὐ προσδέχῃ ἀσπασμὸν μετὰ πάσης χαρᾶς  Κεχαριτωμένη;
 Παρθένος: Βλέπω σουνεανίσκετῆς εὐμορφίας τὸ ἀζωγράφιστον κάλλος καὶ τοῦ χαρακτῆρος τὴν αὐγερὰν θεωρίανκαὶ λόγους ἀκούω σουοὓς οὐδέποτε ἤκουσακαὶ ὑπονοῶ ὅτι τάχα πλανῆσαί με παραγέγονας.
 Ἄγγελος: Γνῶθι σαφῶς καὶ πιστώθητι ὅτι μᾶλλον ἐγὼ ἐν ἐκπλήξει γέγονα θεασάμενος τὸ τοιοῦτόν σου θεοζωγράφητον κάλλοςκαὶ βλέπων σε λοιπὸν νομίζω δόξαν Κυρίου καταμανθάνειν σε.
 Παρθένος: Γλῶσσανἣν οὐκ ἔγνωνἤκουσακαὶ ὄψινἣν οὐδέποτε εἶδον τεθέαμαι· καὶ πῶς οὐ μὴ πτήξωκαὶ ὅλη διόλου σύντρομος γενήσομαιὅτι μνηστῆρα δίκαιον κέκτημαικαὶ οὐκ ἤθισα μετὰ ξένων τὸ καθόλου συλλαλεῖν;
 Ἄγγελος: Δέξαι δὴ ἀγγελίας χαρὰν ἀξιάκουστον καὶ ἐγκώμιον τὸ σοὶ πρεπωδέστατον·  γὰρ ἐκ σοῦ τικτόμενος Υἱὸς Ὑψίστου κληθήσεταικαὶ ὑπὸ σοῦ τῆς ἡγιασμένης ὑπερβολ  χρηστότητος βασταχθήσεται.
 Παρθένος: Δέδοικα καὶ τρέμω σου τοὺς τοιούτους λόγουςκαὶ ὑπολαμβάνω ὅτι ὡς ἄλλην Εὔαν πλανῆσαί με βούλει· ἐγὼ δὲ οὐκ εἰμὶ κατ’ ἐκείνηνἵνα ὡς ἐκείνην με δελεάσῃς· πῶς δὲ καὶ ἀσπάζεσαι κόρην ἣν οὐδέποτε τεθέασαι;
 Ἄγγελος: Εὐαγγελίζομαί σοι χαρᾶς εὐαγγέλιαεὐαγγελίζομαί σοι Τόκον ἀνόητονεὐαγγελίζομαί σοι παρουσίαν ὑψηλοῦ Βασιλέως ἀνεκδιήγητον· τάχα δὲ καὶ ἣν κατέχεις πορφύρανπρονοεῖ σου τὸ Βασιλικὸν ἀξίωμα.
 Παρθένος: Ἐπειδὴ ταῦτα μηνύεις μοι καὶ μηνύων οὐ παύεσαικἀγώ σοι λέξω λοιπὸν ὅτι οὐ πιστεύω σου τὸν τοιοῦτον εὐαγγελισμόνκαθότι ἐξουθενῆσαι ἦλθες τὸ παρθενικὸν ἀξίωμακαὶ λυπῆσαι τὸν ἐμον μνηστῆρα.
 Ἄγγελος: Ζαχαρίας  προφήτης καὶ προσφιλὴς τῆς συγγενίδος σου Ἐλισάβετ ἐξ ἀπιστίας σιγήσας πληροφορήσει σοι· πρὸς ἐκεῖνον πορεύθητι καὶ μάθῃς τὰ ἐκείνῳ συμβησόμενα.
 Παρθένος: Ζεῦγος εὐγενέστατον καὶ ἄμεμπτονἸωακεὶμ καὶ Ἄνναοἱ ἐμοὶ γεννήτορες τυγχάνουσινκαὶ πῶς ἐγὼ τούτων γέννημα ἐπίμεμπτον γενήσομαιΤίς δὲ καὶ πληροφορήσει αὐτοὺς ὅτι Μαρία οὐκ ἠτάκτησεν;
 Ἄγγελος: Ἡνίκα τελεσθῶσιν οἱ λόγοι μου εἰς τὸν καιρὸν αὐτῶντότε συνήσεις τοῦ ἀκαταλήπτου μυστηρίου τὴν Δύναμιντότε γνώσῃ τῶν ἐμῶν ῥημάτων τὴν ἔκβασιν καὶ τοῦ Ὑψίστου τὴν ἄφραστον συγκατάβασιν.
Ἡ Παρθένος: Ἡ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ καταγομένη, πῶς τοιούτου φρικτοῦ καὶ ἐπουρανίου ἐξυπηρετήσω μυστηρίου; Καὶ πως τὸν ἐπὶ τὸν Χερουβὶμ ἅγιον καθεζόμενον, ἐγὼ ὑποδέξασθαι δυνήσομαι;
 Ἄγγελος: Θρόνος θεοβάστακτος καὶ Βασιλικὴ καθέδρα τοῦ ἐπουρανίου Βασιλέως κληθήσῃκαθότι Βασίλισσα καὶ Δέσποινα καὶ βασιλέως ἐπιγείου Θυγάτηρ τυγχάνειςκαὶ χαρακτῆρα ἔχεις βασιλικόν.
 Παρθένος: Θρόνος Ὑψίστου πῶς ἐγὼ γενήσομαιἑρμήνευσον  λαλῶν μοι· καὶ πῶς τὸ ὕπὲρ ἥλιον φῶς ἐκεῖνο τὸ ἀψηλάφητον ψηλαφήσει σὰρξ πηλίνηἀμήχανα κηρύττειςνεανίσκεεὐαγγέλιακαὶ νομίζω ἀπατῆσαί με παραγέγονας.
 Ἄγγελος: Ἴνα καὶ διατίκαὶ τίνος ἕνεκεν ἐπὶ τοσοῦτον ἠπίστησας τὸν εὐαγγελισμὸν δέξασθαιδεδοξασμένηκαὶ μέχρι τίνος οὐ πειθαρχεῖς εἰς τὸν ἐξ οὐρανοῦ σοι πεμφθέντα ἄγγελονΟὐκ εἰμὶ ἐγὼ  τὴν Εὔαν πλανήσαςοὐκ εἰμίμὴ γένοιτο.
 Παρθένος: Εἶδόν σου τὴν πολυσχημάτιστον ὄψινκαὶ ἤκουσά σου τὰ πολυθαύμαστα ῥήματαἅπερ οὐδεὶς πώποτε ἀκήκοεν· καὶ δὴ οὐ βούλομαί σου τὸν τηλικοῦτον εὐαγγελισμὸν ὑποδέξασθαι.
 Ἄγγελος: Καὶ  μορφή μου καὶ  φωνή μου καταπλήττει σε· ἀλλ’ οἶδα ὅτι τὰ ῥήματα τοῦ στόματός μου χαρᾶς ἀνεκλαλήτου πρόξενά σοι γενήσονταικαὶ μακαρίσει σε κατὰ τὸ ῥῆμά σου οὐρανὸς καὶ  γῆ.
Ἡ Παρθένος: Κατὰ τί γνώσομαι τοῦτο ὅτι ἔσται τελείωσις τοῖς ὑπὸ σοῦ λαλουμένοις; Καθότι παρθένος ἀθαλάμευτος ἐγὼ τυγχάτω, καὶ μῶμος ἡδυπαθείας οὐκ ἔστιν ἐν ἐμοί· δούλη γὰρ εἰμὶ Κυρίου τοῦ ποιήσαντός με.
Ὁ Ἄγγελος: Λέξω σοι τρανῶς, ὅτι καὶ Ἐλισάβετ ἡ συγγενής σου κατὰ τὸν καιρὸν τοῦτον υἱὸν ἐν γήρᾳ τέξεται, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται καὶ θαυμάσονται, κληθήσεται δὲ τὸ ὄνομα αὐτοῦ Ἰωάννης.
Ἡ Παρθένος: Λάβε δόγμα παρ’ ἐμοῦ, καὶ ἀπόστηθι τῆς ἐμῆς οἰκίας, κἄν τε γὰρ ἄγγελος, κἄν τε ἄνθρωπος τυγχάνῃς· ἄγγελον θεωρῶ τῷ σχήματι, καὶ ἄνθρωπον κατανοῶ τῷ ῥήματι.
Ὁ Ἄγγελος: Μὴ γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων οὐχ ἑώρακάς με, εὐλογημένη, καὶ τροφὴν ἐκ τῆς ἐμῆς ἐδέξω χειρός; ἐγὼ γάρ εἰμι Γαβριήλ, ὁ διαπαντὸς παρεστηκὼς ἐνώπιον τῆς δόξης Κυρίου.
Ἡ Παρθένος: Μνηστῆρα σώφρονα, γηραλέον καὶ δίκαιον κέκτημαι, τεκτονικὴν ἐπιστήμην ἐπιστάμενον, καὶ εὐλαβοῦμαι τοῦτον μήπως κατατύχῃ μετὰ σοῦ τοῦ ξένου συνομιλοῦσαν, καὶ μάλιστα κατὰ μόνας.
Ὁ Ἄγγελος: Νῦν ἠρξάμην λαλεῖν· πλήρης γάρ εἰμι ῥημάτων οὐρανίων· καὶ λέξω σοι λοιπὸν ὅτι ἐκ σοῦ μέλλει τίκτεσθαι Βασιλεὺς βασιλέων, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς Βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Ἡ Παρθένος: Νῦν ἡ ψυχή μου τετάρακται, καὶ οὐκ οἶδα τί λογίσομαι τὴν ἔμφρικτον ταύτην ὀπτασίαν· νομίζω γὰρ ὅτι, εἰ ἀληθεύσει τὰ ῥήματά σου, ἔκδοτον ποιήσει με Ἰωσὴφ εἰς χεῖρας τῶν αὐτὰ κρινόντων.
Ὁ Ἄγγελος: Ξενίζομαι, δεδοξασμένη, ὅτι ἀκμὴν διστάζεις ἐμὲ τὸν ἐκ τοσούτων ὑψωμάτων πρὸς σὲ παραγενόμενον· ἐμοὶ γὰρ μᾶλλον ἔξεστιν εὐλαβεῖσθαί σε, ὡς Μητέρα τοῦ Κυρίου μου μέλλουσαν ἔσεσθαί σε, καὶ τρέμειν σου τὸ Βασιλικὸν ἀξίωμα.
Ἡ Παρθένος: Ξενισμὸς γάρ εἰσι τὰ εὐαγγέλιά σου, καὶ ἡ ἐπιστασία σου δημοσιεύσει τοὺς τρόπους σου· ἦλθες γὰρ εἰς τὸ ἐμὸν δωμάτιον ἀμηνυτὶ πλησιάσας μοι, τάχα ὡς παιδίσκην τινά, καὶ οὐχ ὡς Δέσποινα λογισόμενος.
Ὁ Ἄγγελος: Ὅλη δι’ ὅλου καθαρὰ καὶ ἄμεμπτος τυγχάνεις· καὶ θαυμάζω πῶς ἐπὶ τοσοῦτο τοῖς ἐμοῖς ἠπίστησας ῥήμασιν· ἰδοὺ γὰρ ὁ Βασιλεὺς τῆς δόξης, ὡς λογίζομαι, ἔτι λαλοῦντός μου, ἐν σοὶ τῇ Παρθένῳ ὡς Βασιλίδι ἐνοίκησεν.
Ἡ Παρθένος: Ὁ παρθένον ἀπείρανδρον ἀσπαζόμενος καὶ κόρη ἀπειρογάμῳ, τὰ τοιαῦτα φθεγγόμενος ἑρμήνευσόν μοι τὸ ἀληθές, εἰ οἶδας, τὸ πότε καὶ πόθεν καὶ πῶς λοιπὸν ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω.
 Ἄγγελος: Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέκαὶ Δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται Υἱὸς ΘεοῦΜὴ φοβοῦ λοιπὸν Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
 Παρθένος: Πολυζήτητον μυστήριον ἦλθες εὐαγγελιζόμενός μοικαὶ πῶς μὴ πτήξω καὶ ἐπιπλεῖον ἀπιστήσω τὸν τοιοῦτον παράδοξόν σου εὐαγγελισμόν;
 Ἄγγελος: Ῥίψον τὴν ἄπιστον γνώμηνΠαρθένε· ἰδοὺ γάρὡς ἐμοὶ δοκεῖἐτελέσθησαν οἱ λόγοι μουκαὶ  κοιλία σου ὄγκον βαστάζεικἂν μὴ βούλει· καθότι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.
 Παρθένος: Ῥίζης δαβιτικῆς βασιλικὸν βλάστημα ὑπάρχωκαὶ δέδοικα μήπως ὡς ἐκείνῳ ἐπέλθῃ κἀμοὶ τῆς ἀλλοτρίας ἀπροσδόκητος ἐξουθενισμόςκαὶ φανερώσῃ μου λοιπὸν τὰ ἁμαρτήματα τὸ πέταλον τοῦ ἱερέως τὀ ἅγιον.
 Ἄγγελος: Σωτῆρα τέξεις Κύριοντὸν ἕνα τῆς Ζωαρχικῆς Τριάδοςκαὶ χαρὰν τῷ κόσμῳ προξενήσεις ἀνεκλάλητονἣν οὐδεὶς οὐδέπω ἀγγέλων  ἀνθρώπων προεξένησενκαὶ ἔσται τὸ ὄνομά σου εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ἡ Παρθένος: Σωτῆρα ποῖον τέξομαι; Λέγε μοι, νεανίσκε· ξενίζει γὰρ ὡς ἀληθῶς καὶ ἀγγέλων τὰς νοερὰς διακοσμήσεις καὶ ἀρχαγγέλων τὰς φλογερὰς καὶ πολυομμάτων ταξιαρχίας τὰ σὰ εὐαγγέλια.
Ὁ Ἄγγελος: Τέρψις καὶ διόλου γλυκασμός εἰσι τὰ ῥήματά σου, καὶ διὰ τοῦτό σοι λέξω ὅτι οὐκ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θελήματος Θεοῦ καὶ ἐξ ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, ἡ σὴ κυοφορία γενήσεται.
Ἡ Παρθένος: Τίς πληροφορήσει τῷ Ἰωσὴφ ὅτι οὐκ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐξ ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ἡ ἐμὴ κυοφορία γενήσεται; Καθότι ἐκ τοῦ αἰῶνους οὐκ ἠκου΄σθη ὅτι παρθένος ἀπείρανδρος βρέφος τέξεται.
Ὁ Ἄγγελος: Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν καταφεύξεται πᾶν γένος ἀνθρώπων, καὶ πᾶσα γλῶσσα πυρίνη μακαρίσει σε, καὶ λαληθήσεται τὸ ὄνομά σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, ὅτι διὰ σοῦ Χριστὸς τῷ κόσμῳ μέλλει τίκτεσθαι.
Ἡ Παρθένος: Ὑλικὴ τυγχάνουσα καὶ ἐκ τῆς γῆς τὴν γέννησιν ἔχουσα, πῶς καταφυγὴ ἀνθρώπων γενήσομαι; Καὶ πῶς Χριστὸν τὸ Φῶς τοῦ κόσμου ἐναγκαλίσομαι; Καὶ πῶς ὁ Ἥλιος ἐκεῖνος ὁ ἄδυτος ὑπὸ τῆς νοητῆς σελήνης βασταχθήσεται;
Ὁ Ἄγγελος: Φαιδρὸν ἀνάλαβε ὄμμα, δεδοξασμένη· Οὐρανὸς γὰρ μέλλεις γενέσθαι καὶ Σκηνὴ Θεοχώρητος, καὶ Ναὸς Θεοῦ ἔμψυχος ἑπτὰ στερεωμάτων εὐρυχωρότερός τε καὶ θαυμασιώτερος.
Ἡ Παρθένος: Φρίττω τὰ παράδοξα τῆς ξένης μου λοχείας ἐγκαίνια, εὐλαβοῦμαι δὲ καὶ τὸν Ἰωσήφ· καὶ τί λοιπὸν συμβήσεταί μοι; Οὐκ οἶδα. Συμφέρει μοι οὖν πρὸς τὸν οἶκον Ζαχαρίου ἀπελθεῖν, πρὸς τὴν ἐμὴν συγγένιδα.
 Ἄγγελος: Χριστιανῶν ἁπάντων γένῃ κοινὸν ἱλαστήριονκαὶ διὰ τοῦτο γαλήνιον ἐπιφθέγγομαί σοι τὴν πρέπουσαν φωνήνΧαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Ἡ Παρθένος: Χαρακτῆρα φέρουσα βασιλικόν, καὶ εἰς τὰ βασίλεια Βηθλεὲμ τιθηνισθεῖσα, καὶ εἰς τὰ Ἅγια τῶν Ἁγίων ἐκ παιδιόθεν διαπρέψασα, καὶ Παρθένος λοιπὸν τυγχάνουσα, πῶς Μήτηρ ἀκουσθήσομαι Παιδὸς ἐμοῦ;
 Ἄγγελος: Ψηλαφήσας  Ὕψιστος ὅλον τὸν κόσμονκαὶ μὴ εὑρὼν πλήν σου Μητέραπάντως ἐκεῖνοςὡς ἠθέλησενὡς ηὐδόκησενἐκ σοῦ τῆς ἡγιασμένης ἄνθρωπος διὰ φιλανθρωπίαν γενήσεταιΜακαρίζου λοιπὸν ἐν ἀνθρώποις.
 Παρθένος: Ψαλῶ καὶ αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μετ’ ᾠδῆςὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦἸδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαίκαὶ λαὸς  ἐξ ἐθνῶν διαπαντὸς ἐπαινέσει με.
 Ἄγγελος:  Παρθένεχαρᾶς ἐπουρανίου καὶ τερπνὸν καὶ πανθαύμαστον κατοικητήριονκαὶ τοῦ κόσμου παντὸς παγκόσμιον σέβασμα μόνη ἀληθῶς ἐν γυναιξὶν εὐλογημένηἑτοιμάζου λοιπὸν εἰς μυστικὴν Χριστοῦ παρουσίαν.
 Παρθένος:  νεανίσκε χαρᾶς ἀνεκλαλήτου πρόξενε ἐξ ἀσωμάτων ἁγίων παραγενόμενος καὶ πηλῷ διαλεγόμενοςἕως πότε ἀνέξομαί σουκαὶ μέχρι τίνος οὐ καταπαύεις τοὺς λόγους σουἸδοὺ ἡ δούλη Κυρίου γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

***
Καὶ ταῦτα μὲν ἡ πολυΰμνητος καὶ πανάμωμος καὶ Παρθένος Μαρία πρὸς τὸν Ἀρχάγγελο Γαβριήλ, ἢ καὶ τὰ τούτων ἀῤῥητότερα διελέγετο. Ἀλλ’ ἀκούσωμεν λοιπὸν τί πρὸς αὐτὴν καὶ ὁ δίκαιος Ἰωσὴφ διελέγετο.
Ὁ Ἰωσήφ: Ἄσπιλόν σε παρέλαβον ἐξ οἴκου Κυρίου, καὶ Παρθένον ἀμόλυντόν σε κατέλιπον ἐν τῷ οἴκῳ μου, καὶ τί τοῦτο νῦν ὁρῶ Μαρία παρ’ ἐλπίδα καὶ οὐ παρθένον τυγχάνουσαν; Λέγε μοι Μαριὰμ τί τὸ ἀληθές, ἐν τάχει λέγε μοι.
Ἡ Παρθένος: Ἄσπιλόν με κατέλιπες, ὡς ἔφης, ἐν τῶ οἴκῳ σου, καὶ πάλιν ἀμόλυντον ἐγὼ λογίζομαι καὶ τέτυχάς με, καθότι ἐκ παιδιόθεν ἐμίησα τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα, καὶ ἴχνος ἡδυπαθείας οὐκ ἔστιν ἐν ἐμοί.
Ὁ Ἰωσήφ: Βήματος δικαστικοῦ εὐλαβήθητι, Μαριάμ, τὸ αὐστηρὸν βουλευτηρίον, καὶ συναγωγῆς ἰουδαϊκῆς τὸ ἀπαραλόγιστον δικαστήριον, καὶ λέξον μοι σαφῶς τὸ ἀληθές, μὴ κρύψῃς ἀπ’ ἐμοῦ τὰ συμβησόμενα.
Ἡ Παρθένος: Βῆμα καὶ κριτήριον ἀπαράλλακτον τοῦ μέλλοντος αἰῶνος φοβήθητι, Ἰωσήφ, ὅπου καὶ ἄγγελοι τρέμουσιν οἱ μηδὲν ἁμαρτήσαντες, περὶ δὲ τοῦ ἐπιγείου δικαστηρίου μή σοι μελέτω.
Ὁ Ἰωσήφ: Γέγραπται ἐν βίβλῳ Μωσέως ὅτι, ἐάνν τιςεὕρῃ παρθένον καὶ βιασάμενος κοιμηθ ῇ μετ’ αὐτῆς καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ἐκεῖνος τῷ πατρι τῆς νεάνιδος δίδραγμα· οὗ προστάγματι ποίησον.
Ἡ Παρθένος: Γέγραπται ἐν τοῖς προφήταις ὅτι δοθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα, καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι αὐτό· τάχα οὖν, ὡς ἐμοὶ δοκεῖ, ἡ προφητεία αὕτη περὶ σοῦ ἐλέχθη.
 Ἰωσήφ: Δημοσίευσον Μαριὰμ τὸν ἐπίβουλον τῆς ἐμῆς οἰκίαςἄγε δὴ εἰς μέσον τὸν ἀτακτήσανταἵνα ξίφει τεκτονικῷ τὴν κεφαλὴν αὐτοῦ ἀφελοῦμαικαθότι ἐκεῖνος τὴν ἐμὶν ἠτίμασεν πολιάν· καὶ ἐκμυτηρίσει με λοιπὸν  δωδεκάφυλος τοῦ Ἰσραήλ.

 Παρθένος: Δίκαιος σὺ καὶ ἀμεμπτος τυγχάνειςκαὶ εἰκότως  Θεός μου ἀποκαλύψει σοι τὰ ἐμοὶ συμβησόμενακαὶ δείξει σοι καθ’ ὕπνουςὃν λέγεις ἐπίβουλον· ἐγὼ γὰρ εἰς τὸ ὕψος ἐκεῖνοὅπου ἐκεῖνος αὐλίζεταιοὐκ ἤθισα ἄγεσθαι.
 Ἰωσήφ: Ἔξιθι τοῦ οἴκου μουκαὶ ταχὺ πρὸς τὸν σὸν ἐραστὴν ἐπείχθητι· οὐ διαθρέψω σε ἀπὸ τοῦ νῦνοὐ καθήσεις ἐπὶ τραπέζης ἐμεῆςκαθότι λύπην καὶ ἐξουθενισμὸν ἀντὶ χαρᾶς ταῖς ἐμαῖς ἡτοίμασας πολιαῖς.
 Παρθένος: Ἔκδεξαι μικρόν Ἰωσήφκαὶ μὴ ξενώσῃς με λάθρα τοῦ οἴκου σουκαθότι ξενιτεύειν οὐκ ἤθισα· καὶ ποῦ λοιπὸν πορεύσομαι μὴ γινώσκουσα πρός τίνα καταφεύξομαιΟὐκ ἐπίσταμαι.
 Ἰωσήφ: Ζωῆς καὶ θανάτου τυγχάνουσαλέγε μοιΜαριάμτίς  θηρεύσας σεφανέρωσόν μοι τὸν μετὰ σοῦ συνομιλήσανταἑρμήνευσόν μοι ποίας πόλεως ἐτύγχανενἵνα ἐκεῖ πορευθεὶς  ἐξουθενίσω αὐτόν.
 Παρθένος: Ζῇ Κύριος  Θεός μουὅτι καθαρὰ εἰμὶ καὶ ἄνδρα οὐ γινώσκω·  γὰρ φανείς μοιὡς ἐμεοὶ δοκεῖἄγγελός τις εἶχεν ἀνθρωποσχημάτιστοςεἰμὴ μετὰ εὐλαβείαςὡς ἀπὸ διαστήματος τινὸς ἐξίστατο καὶ ἵστατοκαὶ οὕτως τῇ ἐμῇ ταπεινώσει διελέγετο.
 Ἰωσήφ: Ἥξει ἐπὶ σοίἀλλὰ καὶ ἐπ’ ἐμοὶ τῷ γέροντικλεψιγαμίας ἔγκλημα καὶ ἐξουθενισμὸς ἀπροσδόκητος παρὰ τῶν ταῦτα κρινόντωνκαὶ ἐλέγξει λοιπὸν ἀμφοτέρους ἡμῶνκἂν μὴ βουλώμεθα τὸ ὕδωρ τῆς ἐλέγξεως.
 Παρθένος: Ἠκούσθη σοι ὅτι καὶ Ἐλισάβετ  γυνὴ Ζαχαρίου καὶ συγγενής μου κατὰ τὸν καιρὸν τοῦτον Προφήτην καὶ Πρόδρομον παρ’ ἐλπίδα συνέλαβεν· εἰμὴ γὰρ Προφήτης ἐτύγχανενοὐκ ἂν διὰ τῶν σκιρτημάτων ἐπέγνω τὸν ἐν ἐμοὶ βασταζόμενον Κύριον.
 Ἰωσήφ: Θαυμάζω ἐπὶ σοὶ καὶ σφόδρα καταπλήττομακαὶ οἶδα ὅτι διαλάλημα γενήσομαι τοῖς υἱοῖς ἸσραήλΚαὶ ἐξουθενίσει με ἀδωναΐ Κύριος, ἀνθ’ ὧν παρέλαβόν σε ἐξ ἁγίου κατοικητηρίου εἰς τήρησιν, καὶ παρθένον σε οὐκ ἐφύλαξα.
Ἡ Παρθένος: Θλίψεως ἡμέρα κατέλαβέ με, καὶ μέμψις ἐξ ὑποψίας ἐπῆλθέν μοι καὶ ἐξέτασις μνηστῆρός μου κατεπείγει με, καὶ κυοφόρησις παιδός μου κατηγορεῖ μοι, καὶ ὁ τὸ χαῖρέ μοι, λέξας, τάχα ἀπεκρύβη· καὶ τί λοιπὸν λογίσομαι; Οὐκ οἶδα.
 Ἰωσήφ: Εἶδον τὸν ὄγκον τῆς σῆς νηδύοςκαὶ ὅλως διόλου σύντρομος γέγοναΕἰπέ μοι ποῦ σε κρύψωκαὶ πότε σοι φανερώσωκαὶ πῶς δυνήσομαι λαθεῖν τὸ ἰουδαϊκὸν συνέδριονἀπόστηθι οὖν τοῦ οἴκου μουταχέως ἀπόστηθι.
 Παρθένος: Ἰδοὺ διώκεις με τοῦ οἴκου σου Ἰωσήφ· καὶ ποῦ λοιπὸν πορεύσομαιΟὐ γινώσκω· ὑποστρέψω ἆρα ἐν τῷ Ἱερῷ τοῦ ἁγιάσματοςἀπέλθω πρὸς τοὺς ἐμοὺς γονεῖςἀλλὰ ποίῳ προσώπῳ ἀτενίσω εἰς αὐτούς.
 Ἰωσήφ: Κὰν ἐγὼ σιωπήσω τὸ ἁμάρτημά σουφανερόν ἐστι· καὶ οἱ λίθοι καὶ τὰ ἅγια τῶν ἁγίων μεγάλα βοήσονταικαθότι παρέλαβόν σε εἰς τήρησιν τοῦ καταλεγομένου ἱερέωςκαὶ παρθένον σε οὐκ ἐφύλαξα.
 Παρθένος: Κρύψον με λοιπὸν εἰς τὸ σπήλαιον τῆς ἐμεῆς Βηθλεέμκαὶ ἔκδεξαι μικρὸν ἐμῆς κυοφορίας καὶ μάθοις ὰν ἐξ ἐμοῦ τίς ἔστιν  μέλλων τίκτεσθαιΛογίζομαι λοιπὸν ὅτι Ἰησοῦς ὁ Θεός μου ἐπιβλέψει ἐπὶ τὴν ταπείνωσίν μου.
Ὁ Ἰωσήφ: Λέξον μοι λοιπόν, τίς ἐστιν ὁ ξένος καὶ παροδηγητὴς ἐκεῖνος ὁ ἄνθρωπος, ὁ εἰς τὸ ἡμέτερον δωμάτιον ἀμηνύτως παραγενόμενος, ὥς τις ποτὲ κακόσκοπος, καὶ μάλιστα ἐμοῦ ἀπόντος καὶ οὐκ ὄντος ὑπὸ τὰ τείχης τῆς πόλεως Ναζαρέτ;
Ἡ Παρθένος: Λαβοῦσα τὴν κάλπην ἀπῆλθον εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ, ὅπως πίωμαι, καὶ εἰσῆλθεν εἰς τὰ ὦτά μου φωνὴ τοιαύτη λέγουσα· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
Ὁ Ἰωσήφ: Μὴ γὰρ ἐκ τῆς φωνῆς συνέλαβες; ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἀπὸ φωνῆς ῥημάτων ἐκυοφόρησε παρθένος ἀπείρανδρος ποτέ, ἀλλ’ οὔτε οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν εἴ τι τοιοῦτον γέγονεν ἐν ταῖς ἡμέραις αὐτῶν.
 Παρθένος: Μὴ γὰρ Ἡσαΐας  Προφήτης οὐ ἐφώνησε λέγων· Ἰδοὺ  Παρθένος ἐν γαστρὶ ἕξειΚαὶ πάλιν· Παιδίον ἐγεννήθη ἡμῖνοὗ  Μήτηρ ἄνδρα οὐ γινώσκειΣφάλλεις λοιπόν Ἰωσήφἐπιπολὺ μεμφόμενός μοι.
 Ἰωσήφ: ΝομίζωΜαρίαὅτι τῆς Εὔας τῆς σῆς μητρὸς ἐξηκολούθησας·  ἀλλ’ ἐκείνη μὲν τοῦ παραδείσου ἀπῳκίσθηκαθότι τὴν ἀκοὴν ἐφήπλωσε εἰς τὸν ταύτην ψιθυρίσαντασὺ δὲ ἐκ τοῦ οἴκου μου ἐκβληθήσῃ ὡς ὑπεύθυνος.
 Παρθένος: Νῦν ἐπῆλθές μοι ὡς ἀλλογενὴς καὶ ἑτερόφυλος κατήγοροςκαὶ οὐχ ὡς βασιλίδα ἀλλ’ ὡς μοιχαλίδα τινὰ διελέγχεις μοι· καὶ ἀπὸ πόλεως εὀς πόλιν λάθρα διώκομαι· καὶ τί λοιπὸν ἀπολογήσομαιΟὐκ ἐπίσταμαι.
 Ἰωσήφ: Ξενίζει με  Τόκος σουοὐ μόνον ἐμοίἀλλὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποιςκαὶ οὐκ ὰν πιστεύσει σού τις τί ταῦτα τὰ ῥήματαὅτι παρθένος ἀπείρανδρος βρέφος φέρεις.
 Παρθένος: Ξενίζει νῦν τὰ λεγόμενα καὶ καταπλήττει σου τὸν νοῦν τῆς μυστικῆς κυοφορίας μου τὸ παράδοξον μυστήριονἐγὼ δὲ οὐκ εἰμὶ αἴτιος τῆς ἐπελθούσης μοι συμφορᾶςκαθότι ἀπὸ βρέφους μεμάθηκα λατρεύειν τῷ Κυρίῳ μου τῷ ποιήσαντί μεκαὶ ἄνδρα οὐ γινώσκω.
 Ἰωσήφ:  Οὐκ εἶπόν σοι δεῖξόν μοι τὸν ἐπίβουλον τῆς οἰκίας μουκαὶ ἐλευθερῶ σε τοῦ τοιούτου ἐγκλήματος πορεύθητι πρὸς τὸν σὸν ἐραστήν· καὶ τί λοιπὸν ἀπὸ τοῦ νῦν ἐλπίζεις;
 Παρθένος: Οὐκ ἐπίσταμαι λοιπὸν τὸ ἐν ποίοις τόποις αὐλίζεταιἐπειδὴ κατὰ ἀλήθειαν ἤμελλον αὐτὸν κατατύχειν τὸ ἀζωγράφητον κάλλος θεάσασθαικαὶ μετ’ αὐτοῦ διαλεχθήσεσθαιὅτι εἶπέ μοι· Χαῖρε Κεχαριτωμένηκαὶ ἀρτίως πολλὰ λυποῦμαι.
 Ἰωσήφ: Πῶς μὴ πτήξω· καὶ τύψω μου τὴν ὄψιν καὶ τήξω μου τὴν ψυχήνὅτι παρθένον παρέλαβόν σε ἐξ οἴκου Κυρίουκαὶ οὐ διετήρησά σεΠῶς δὲ προσεύξομαι πρὸς Κύριον τὸν Θεόν μου κατὰ τὸ ἠθισμένον μοι, καὶ πληρώσει μου τὴν ἔντευξιν;
Ἡ Παρθένος: Πίστευε Προφήτας τοῦ Θεοῦ, καὶ μὴ ἐπὶ τοσοῦτον λύπῃ κατατήξῃς ἑαυτόν· εὑρήσεις γὰρ αὐτὸ γεγραμμένον, τό· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Ὁ Ἰωσήφ: Ῥάβδος ἀχειρότευκτος ἔπεισέ με παραλαβεῖν σε ἐκ τοῦ οἴκου Κυρίου καὶ τῆς προσευχῆς, καὶ κατέλιπά σε μετὰ πάσης εὐταξίας καὶ κοσμιότητος ἐν τῷ οἴκῳ μου, καὶ ἵνα τί οὐκ ἐδέξω σεμνὴν τὴν ἐμὴν ἐπάνοδον καὶ τῶν ἔργων τὴν συμπλήρωσιν;
Ἡ Παρθένος: Ῥυτίδα κοίτης ἀλλοτρίας καὶ μῶμον σαρκικῆς ἐπιθυμίας οὐκ ἐπίσταμαι· ζῇ Κύριος εἶπον, καὶ πάλιν λέγω σοι ὅτι τὴν πορφύραν κατέχουσα ἤκουσα φωνῆς ἀγγελικῆς βοώσης μοι· Μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Ὁ Ἰωσήφ: Στέρξον ὀλίγον λοιπὸν ἐν τῷ οἴκῳ μου, καθότι καιρὸς ἀπογραφῆς ἐστιν, Αὐγούστου Καίσαρτος νῦν βασιλεύοντος· ἐγὼ δὲ γυναῖκα ἐμὴν εὐλαβοῦμαί σε ἀπογράψασθαι, καὶ μάλιστα διὰ τὴν Δαβιτικὴν συγγένειαν.
Ἡ Παρθένος: Συντηρήσω ἆρα τοὺς λόγους σου ἐν τῇ καρδίᾳ μου, καὶ στέρξω ἔτι μικρὸν ἐν τῷ οἴκῳ σου, καὶ ἐκδέξομαι καιρὸν ἀπογραφῆς καὶ ἡμέραν κυήσεως, μέχρις ἂν ἀμφότερα τελεσθῶσιν.
Ὁ Ἰωσήφ: Τάχα ἄγγελον ἦν ὁ καθ’ ὕπνον φανείς μοι, καὶ λέξας μοι· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸν γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματος ἐστὶν ἁγίου· τέξεται δὲ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἐκ τῶν ἁμαρτιῶν αὐτῶν.
Ἡ Παρθένος: Τάχα, κύριέ μου, ἐκεῖνον ἦν ὁ τὸ Χαῖρέ μοι φθεγξάμενος· ἀλλὰ τὸ λοιπὸν τόν ἐρεύνησον καὶ σπήλαιον, καὶ μαίαν ἑβραίαν καταζήτησον τοῦ γένους ἡμῶν, καὶ τὸ μυστήριον φύλαττε.
Ὁ Ἰωσήφ: Ὑποδείξει μοι πάντως ὁ φανείς μοι καὶ τὸν τόπον καὶ τὸ σπήλαιον. Σὺ δὲ Μαρία τὰ σπάργανα ἑτοίμασον, κἄν τε προφήτης, κἄνε τε βασιλεύς ἐστιν ὁ μέλλων εἰς ἡμᾶς τίκτεσθαι.
Ἡ Παρθένος: Ὑπονοῶ ὅτι Βασιλεύς ἐστιν ὁ μέλλων τίκτεσθαι· γέγραπται γὰρ παρὰ τῷ προφήτῃ Ζαχαρίᾳ· Χαῖρε σφόδρα Θύγατερ Σιών· κήρυσσε θύγατερ Ἱερουσαλήμ·  ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων.
Ὁ Ἰωσήφ: Φανέρωσόν μοι λοιπόν, ὁ καθ’ ὕπνους χρηματίσας μου, τὰ μέλλοντα ἡμῖν μετὰ ταῦτα συμβαίνει. Ἐγὼ δὲ καὶ τὸν Ἡρώδην φοβοῦμαι, μὴ ποτέ τινος μηνύσαντος, ζητήσῃ τὸν παρ’ ἡμῶν τικτόμενον παῖδα τοῦ ἀνελεῖν αὐτόν.
Ἡ Παρθένος: Φανήσεται σημεῖον ἐπίσημον ἐν τῷ οὐρανῷ· γέγραπται γὰρ παρὰ τῷ προφήτῃ Βαλαάμ· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ.
Ὁ Ἰωσήφ: Χθὲς ἐξ ὑποψίας σφαλόμενος μέμψιν ἐπήνεγκα τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, νῦν δὲ τὴν ἐξ ὕψους πληροφορίαν δεξάμενος, ἀπολογήσομαι ἆρα, καὶ μετ’ εὐλαβείας προσκυνήσω τῇ μεγαλοσύνῃ σου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ἡ Παρθένος: Χρυσὸς ὡς ἐμοὶ δοκεῖ προσενεχθήσεται τῷ μέλλοντι τίκτεσθαι ἐκ ἐμοῦ, καθὼς γέγραπται παρὰ τῷ προφήτῃ Δαβίδ, ὅτι· καὶ δοθήσεται αὐτῶ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο.
Ὁ Ἰωσήφ: Ψηλαφήσωμεν λοιπὸν τόπον ἀψηλάφητον, ὅτι καιρὸς ἐπέστη ὁ τῆς κυήσεως· χρήζομεν δὲ καὶ ὑποζυγίου· ἰδοὺ γὰρ βλέπω σε στυγνάζουσαν, καὶ νομίζω ὅτι τεκνογονήσειν βούλει.
Ἡ Παρθένος: Ψηλάφησον ἕτι ἅπαξ τὸν προφήτην Μαλαχίαν, λέγει γάρ· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οἶκος τοῦ Εὐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ γάρ μου ἐξελεύσεται τοῦ εἶναι ἄρχοντα ἐν τῷ Ἰσραήλ.
Ὁ Ἰωσήφ: Ὡς νομίζω, οὐκ ἀποστήσεται ἐξ ἡμῶν ὁ ἄγγελος ὁ καθ’ ὕπνον φανείς μοι, μέχρις ἂν πάντα, ἃ ἐμήνυσεν ἡμῖν, πληρωθήσονται, ἀλλὰ καὶ κατὰ τὴν ὁδὸν συμπορεύσεται.
 Παρθένος:  μεγάλης μου καὶ μακαρίας ἡμέραςμάλισταὅτι ἐποίησέ μοι μεγαλεῖα  Δυνατόςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦκαὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτοῦκαὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόνὍτι αὐτῷ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.